SEG 15:849
[ ] Syria, Ctr. — Palmyra (Tadmor) — 132 AD — MusHelv 13 (1956) 216-225
a.1 Σόαδον Βωλιάδους τοῦ Σοάδου [εὐσεβῆ καὶ]
φιλόπατριν καὶ ἐν πολλοῖς καὶ [μεγάλοις]
καιροῖς γνησίως κ[αὶ φιλοτείμως]
παραστάντα τοῖς ἐμπό[ροις καὶ ταῖς]
5 συνοδί[α]ις καὶ τοῖς ἐν Οὐολογασιά̣[δι]
πολείταις, καὶ τ[ὸ]ν τότε ἀφειδήσαντα
[ψ]υ̣χῆς καὶ οὐσίας ὑπὲρ τῶν τῇ πατρίδι
διαφ[ε]ρ̣όν[τ]ων καὶ διὰ τοῦτο δόγμασι
καὶ ψ[ηφίσ]μ̣ασι καὶ ἀνδριᾶσι δημοσίοις
10 καὶ ἐ[πιστολ]α̣ῖ̣ς̣ καὶ διατάγματι Ποβλικίου
Μαρκ̣[έλλου τοῦ διασ]ημοτάτου κυρίου
ὑπατικ[οῦ τετειμη]μ̣ένον, διασώσαντα
δὲ καὶ τὴν [προσφ]ά̣τ̣ως ἀπὸ Οὐολογαισιά[δος]
b.14 παραγενομέν[ην συν]οδίαν ἐκ τοῦ
15 περιστάντος αὐ[τ]ὴν μεγάλου κινδύνου,
ἡ αὐτὴ συνοδία, [ἀρετ]ῆ̣ς καὶ μεγαλο-
φροσύ̣ν̣η̣ς̣ [καὶ εὐσεβείας ἕνεκ]α, αὐτοῦ
ἀνδρ[ιάντας τέσσαρας ἀνέστησ]ε, ἕν[α]
μὲ[ν ἐ]ν̣τ̣αῦθ[α ἐν ἱερῷ Διός], ἕνα δὲ
20 [ἐ]ν ἱερῷ ἄλσει, ἕνα δὲ [ἐ]ν ἱε̣[ρῷ] Ἄ̣ρεος
καὶ τὸν τέταρτον ἐν ἱερῷ Ἀταργάτειος
διὰ Ἀγέγου Ἰαριβωλέους καὶ Θαιμάρσου
τοῦ Θαιμάρσου συνοδιάρχων· ἔτους
     [γ]μυʹ, μηνὸς Περιτίου.
Search Help
Contact Us