SEG 7:327
[ ] Syria, Phoen. — Tyros — 578/9 AD — Byzantion 5 (1929) 315-326 — Philologus 86 (1931) 427-454
See also:
1 [τῷ γῆς κ(αὶ) θαλάσσης κ(αὶ) παντὸς] ἀ̣ν(θρώπ)ων ἔθνους (καὶ) γένους δεσπό(τῃ) Φλ(αουίῳ) Τιβερίῳ
[νέῳ Κωνσταντίνῳ ἐν Χ(ριστ)]ῷ ἡμερωτά(τῳ) μεγίστῳ εὐεργέτῃ τῷ αἰωνίῳ Αὐγ<ο>ύ(στῳ)
[κ(αὶ) αὐτοκράτορι δέησις κ(αὶ) ἱκε]σ̣ία πα(ρὰ) Ἀναστασίου πρε(σβυτέρου) παραμο(ναρίου) εὐκτηρίου οἴκου
[τῆς ἁγίας μάρτυρος Εἰρήν]ης τοῦ ὄντος κ(αὶ) διακειμέ(νου) ἐν κώμῃ Χεδάρων διαφερού(σῃ)
5 [τῆς Πανεάδος (?) πόλεω]ς ἐπαρχίας Φοινίκης Παράλου. ὅσα πρὸς τιμὴν τοῦ
[Θ(εο)ῦ κ(αὶ) Σωτῆρος ἡμῶν κ(αὶ) τῆς] ἁγιωτά(της) αὐτοῦ ἐκκλ(ησίας) συντείνει ἑτοίμως παρέχειν
[εἴωθε τὸ θεοφύλακτό]ν σου κράτος· τούτῳ θαρρῶν κἀγὼ ἐπὶ τάσδε ἐλήλυ-
[θα τὰς δεήσεις, δι’ ἃς ἐν] τούτοις ἐν τῷ εἰρημέ(νῳ) εὐκτηρίῳ οἴκῳ ὑπὲρ τῆς ὑμε(τὲρας)
[βασιλείας, σωτηρίας καὶ νίκ]ης ἀναπέμπονται εὐχαί. ἐπεὶ οὖν λείπεται δ’ αὐτὸς
10 [εὐκτήριος οἶκος ὅρ]ων ἀσφαλείας διά τε τοὺς ἐκεῖσε προσφεύγοντας κ(αὶ)
[κοσμίως τε καὶ ὁσίως τὰ τῆς ἱκε]τίας ἐκτελοῦντας κ(αὶ) τοὺς οὐχ ὑγιῶς τοῖς θείοις
[χρωμένους σηκοῖς, πάρειμ]ι προκυλινδόμενος τῶν θείων ὑμῶν κ(αὶ)
[προσκυνητῶν ἰχνῶν, αἰτῶν] θεσπίσαι ὅρους ἀσυλίας παρασχεθῆναι
[τῷ εἰρημένῳ εὐκτηρίῳ οἴκῳ δ]ιὰ τοῦ θεοφιλ(εστάτου) τῆς εἰρημένης πόλεως ἐπισκό(που).
Search Help
Contact Us