[ ] Att. — non-stoich. — med. s. II a.
See also:
1 [․․․c.9․․․ εὐ]σχημόν[ω]ς· ὅπως [ἂν οὖν καὶ ὁ δῆμος]
[φαίν]ηται τιμῶν τοὺς ἀξίου[ς ὄντας ἀγαθεῖ τύχει]
[δε]δόχθαι τεῖ βουλ[εῖ το]ὺς λα[χόντας προέδρους ε]-
ἰς τὴν ἐπιοῦσαν ἐκ[κλ]ησίαν [χρηματίσαι περὶ τ]-
5 ούτων, γνώμην δὲ ξυμβάλ[λεσθαι τῆς βουλῆς ε]-
ἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βο[υλῆι, ἐπαινέσαι]
․․ήσιππον Ἀπελλοῦ Αἰγινήτ[ην καὶ στεφανῶσ]-
[α]ι αὐτὸν θαλλοῦ στεφάνωι ε[ὐνοίας ἕνεκεν τ]-
[ῆ]ς πρὸς τὸν δῆμον τὸν Ἀθηνα[ίων· δεδόσθαι δὲ]
10 αὐτῶι καὶ πολιτείαν κατὰ τὸν [νόμον, τοὺς δὲ θε]-
σμοθέτας, ὅταν πληρῶσιν δικαστ[ήριον εἰς ἕνα καὶ πεν]-
τακοσίους δικαστάς, εἰσαγαγε[ῖν αὐτῶι τὴν δοκι]-
μασίαν τῆς πολιτογραφίας, καὶ ε[ἶναι αὐτῶι]
[δ]οκιμασθέντι γράψα[σθαι φυλῆς]
15 [κ]αὶ δήμου καὶ φρατρί[ας ἧς ἂν]
[βούλητ]αι. ἀναγράψαι δὲ τόδε τὸ ψ[ήφισμα τὸν γραμμα]-
[τέα τὸν κατὰ] πρυτανείαν εἰς στή[λην κτλ. — — —]
Search Help
Contact Us