[ ]
Arkadia — Tegea — stoich. — ca. 390 BC
1 | (I) τὸν ℎιερὲˉν πέντε καὶ εἴκοσι οἶς νέμεν καὶ ζεῦγο- |
ς καὶ αἶγα· εἰ δ’ ἂν καταλλάσσεˉ, ἰνφορβισμὸν ἐ͂ναι· τ- | |
ὸν ℎιερομνάμονα ἰνφορβίεν· εἰ δ’ ἂν λευτὸν μὲˉ ἰνφ- | |
ορβίεˉ, ℎεκοτὸν δαρχμὰς ὀφλὲν ἰν δᾶμον καὶ κάταρ- | |
5 | ϝον ἐ͂ναι ⋮⋮ (II) τὸν ℎιεροθύταν νέμεν ἰν Ἀλέαι ὅ,τι ἂν ἀ- |
σκεˉθὲˉς ἐ͂, τὰ δ’ ἀνασκεˉθέα ἰνφορβίεν, μὲˉ δ’ ἐσπερᾶσα- | |
ι πὰρ ἂν λέγεˉ ℎιεροθυτές· εἰ δ’ ἂν ἐσπεράσεˉ, δυόˉδεκ- | |
ο δαρχμὰς ὀφλὲν ἰν δᾶμον. ⋮⋮ (III) τᾶς τριπαναγόρσιος τ- | |
ὰς ὑστέρας τρῖς ἁμέρας νέμ̣εν ὅτι ℎὰν βόλεˉτοι ὃς | |
10 | μὲˉ ἰν τοῖ περιχόˉροι· εἰ δ’ ἂν ἰν τοῖ περιχόˉροι, ἰνφο- |
ρβίεν ⋮⋮ (IV) ἰν Ἀλέαι μὲˉ νέμεν μέˉτε ξένον μέˉτε ϝαστὸν | |
εἰ μὲˉ ἐπὶ θοίναν ℎίκοντα, τοῖ δὲ ξένοι καταγομέν- | |
οι ἐξε͂ναι ἁμέραν καὶ νύκτα νέμεν ἐπιζύγιον· εἰ δ’ | |
ἂν πὰρ τάνυ νέμεˉ, τὸ μὲν μέζον πρόβατον δαρχμὰν ὀ- | |
15 | φλέν, τὸ δὲ μεῖον ἰνφορβίεν ⋮⋮ (V) τὰ ℎιερὰ πρόβατα μὲˉ |
νέμεν ἰν Ἀλέαι πλὸς ἁμέραυ καὶ νυκτός, εἰκ ἂν διε- | |
λαυνόμενα τύχεˉ· εἰ δ’ ἂν νέμεˉ, δαρχμὰν ὀφλὲν τὸ πρό- | |
βατον ϝέκαστον τὸ μέζον, το͂ν δὲ μειόνοˉν προβάτοˉ- | |
ν ὀδελὸν ϝέκαστον, τᾶν συο͂ν δαρχμὰν ϝεκάσταυ, ε[ἰ] | |
20 | μὲˉ παρℎεταξάμενος τὸς πεντέˉκοντα ἒˉ τὸς τριακα̣- |
σίος. ⋮⋮ (VI) εἰκ ἐπὶ δο͂μα πῦρ ἐποίσεˉ, δυόˉδεκο δαρχμὰς̣ | |
ὀφλέν, τὸ μὲν ἕˉμισυ τᾶι θεοῖ, τὸ δ’ ἕˉμισυ τοῖς̣ ℎιερ[ο]- | |
μνάμονσι ⋮⋮ (VII) εἰκ ἂν παραμαξεύεˉ θύσθεν τᾶς κελε[ύθ]- | |
οˉ τᾶς κακειμέναυ κατ’ Ἀλέαν, τρῖς ὀδελὸς ὀφλὲ[ν ἀν]- | |
25 | τὶ ϝεκάσταυ, τὸ μὲν ℎέˉμισυ τᾶι θεοῖ, τὸ δ’ ἕˉμισ[υ τοῖ]- |
ς ℎιερομνάμονσι ⋮⋮ (VIII) τᾶι παναγόρσι τὸς ℎιερ[ομνάμ]- | |
ονας ἀρτύεν τὰ ἰν ταῖς ἰνπολαῖς πάντα τἆ[λλα(?) ⋮⋮ (IX) τ]- | |
ὸς δαμιοργὸσς̣ τὸν κόπρον τὸν ἀπυδόσμ[ιον ἐξάγε]- | |
[ν] τᾶι ℎεβδόμαι το͂ Λεσχανασίοˉ μεˉνός· [εἰ δὲ μέˉ, δαρχ]- | |
30 | [μὰ]ν ὀφλέν ⋮⋮ (X) τὸν Παναγόρσιον με͂να τὸν̣ ․․․․9․․․․ |
․․․ά̣ζεν τοῖς ξένοις, εἰκ ἂν ἰόν̣τα Ι̣#⁷․․․․9․․․․ | |
․․5․․ εἰ δ’ ἀπιόντα ει#⁷․․․․․․․․․21․․․․․․․․․․ | |
․․6․․․ν̣ δάμοι ἐφαγ․․․․․․․․․․23․․․․․․․․․․․ | |
․․․8․․․․αι τὸς ι․․․․․․․․․․․25․․․․․․․․․․․․ | |
35 | ․․․․9․․․․νον․․․․․․․․․․․․27․․․․․․․․․․․․․ |
{²reliqua desunt}² |