[ ] Att. — non-stoich. — 131/0
1 [ἐπὶ] Ἐπικλέους ἄ[ρχοντος ἐπὶ τῆς Ἀτταλίδος — —]ης πρυτανείας, ἧι
[Γοργ]ίλος Γοργίλου #⁷[— — — ἐγραμμάτευεν· v — —]ῶνος ὀγδόει μετ’ εἰ-
[κά]δας, ἕκτει καὶ εἰκοστεῖ τ[ῆς πρυτανείας· ἐκκλησία ἐν τῶι] θεάτρωι ἡ μεταχθεῖ-
[σα] ἐκ Πειραιέως κατὰ τὸ ψήφι[σμα ὃ — — — — — — — εἶπ]εν· v τῶν προέδρων ἐ-
5 [πε]ψήφιζεν Δάμων Σωγένο[υς — — — — — — — καὶ συμπρόεδροι]· ἔδοξεν τῶι δήμωι·
[Θοῖ]νος Θοίνου Ἀτηνεὺς εἶπ[εν· ὑπὲρ ὧν ἀπαγγέλλουσ]ιν ο[ἱ] πρυτάνεις τῆς
[Ἀττ]αλίδος ὑπὲρ τῶν θυσιῶ[ν ὧν ἔθυον τὰ πρὸ τῶν ἐκ]κλησιῶν τ[ῶ]ι τε Ἀπόλλωνι
[τῶι Π]ροστατηρίωι καὶ τεῖ Ἀ[ρτέμιδι τεῖ Βουλαίαι] καὶ τεῖ Φωσφόρωι καὶ τοῖς ἄλ-
[λοις θε]οῖς οἷς πάτριον ἦν· v ἀ[γαθῆι τύχηι δεδ][χθα]ι τῶι δήμωι v τὰ μὲν ἀγα-
10 [θὰ δέ]χεσθαι τὰ γεγονότα ἐ[ν τοῖς ἱεροῖς οἷς ἔθυον ἐφ’ ὑγι]είαι καὶ σωτηρίαι τῆς τε
[βου]λῆς καὶ τοῦ δήμου καὶ π[αίδων καὶ γυναικῶν καὶ τῶν φίλων] κα[ὶ] συμμάχων·
[ἐ]πειδὴ δὲ οἱ πρυτάνεις τάς [τε θυσίας ἔθυσαν τὰς καθηκ]ού[σ]ας ἐν τῆι πρυτ[ανεί]-
αι, ἐπεμελήθησαν δὲ κα[ὶ τῆς συλλογῆς τῆς τε βουλῆς καὶ] τοῦ δήμου κ[αὶ τῶν]
ἄλλων ἁπάντων ὧν αὐτ[οῖς προσέταττον οἵ τε νόμοι καὶ τὰ ψηφίσ]ματ[α τοῦ δή]-
15 μου, ἐπαινέσαι τοὺς π[ρυτάνεις τῆς Ἀτταλίδος καὶ στεφανῶσαι αὐτοὺς]
χρυσῶι στεφάνωι κ[ατὰ τὸν νόμον εὐσεβείας ἕνεκα τῆς πρὸς τοὺς θε]-
οὺς κα[ὶ] φιλοτιμίας τῆ[ς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων. ἀναγράψαι]
δὲ τόδε τὸ ψήφισμα τὸ[ν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στήληι λιθίνηι καὶ]
στῆσαι οὗ ἂν [ἐπιτήδειον εἶναι φαίνηται, τὸ δὲ γενόμενον ἀνάλωμα μερίσαι]
20 τὸν ταμ[ίαν τῶν στρατιωτικῶν].
Search Help