[ ]
Pal. — Nazareth? [Paris, Bibl. Nat.] — 1st c. AD — RH 163 (1930) 241-266 — L. Robert, Coll. Froehner I (1936) 114, 70
| 1 | διάταγμα Καίσαρος. |
| ἀρέσκει μοι τάφους τύνβους | |
| τε οἵτινες εἰς θρησκείαν προγόνων | |
| ἐποίησαν ἢ τέκνων ἢ οἰκείων, | |
| 5 | τούτους μένειν ἀμετακεινήτους |
| τὸν αἰῶνα· ἐὰν δέ τις ἐπιδίξῃ τι- | |
| νὰ ἢ καταλελυκότα ἢ ἄλλῳ τινὶ | |
| τρόπῳ τοὺς κεκηδευμένους | |
| ἐξερριφφότα ἢ εἰς ἑτέρους | |
| 10 | τόπους δώλῳ {²sic}² πονηρῷ̣ με- |
| τατεθεικότα ἐπ’ ἀδικίᾳ τῇ τῶν | |
| κεκηδευμένων ἢ κατόχους ἢ λί- | |
| θους μετατεθεικότα, κατὰ τοῦ | |
| τοιούτου κριτήριον ἐγὼ κελεύω | |
| 15 | γενέσθαι, καθάπερ περὶ θεῶν |
| ε[ἰ]ς τὰς τῶν ἀνθρώπων θρησκ̣- | |
| κε̣ί̣ας· πολὺ γὰρ μᾶλλον δεήσει | |
| τοὺς κεκηδευμένους τειμᾶν· | |
| καθόλου μηδενὶ ἐξέστω μετα- | |
| 20 | κεινῆσαι· εἰ δὲ μή, τοῦτον ἐγὼ κε- |
| φαλῆς κατάκριτον ὀνόματι | |
| τυμβωρυχίας θέλω γενέσθαι. |