SEG 8:11
[ ] Pal. — Tiberias — 3rd c. AD — JPOS 16 (1936) 158-165
1 ἐνθάδε κεῖμε Ἄμανδος, τρυφῆς πάσης ὁ μετασχών,
   ἰσοθέως ζήσας πουλὺν ἐτῶν ἀριθμόν,
ἐνδόξως {ς}  στρατιᾶς ἄρξας δεκαταρχίδι τειμῇ,
    καὶ μετὰ τὸν θάνατον ζῶσαν ἔχων ἀρετήν.
5 τίς γὰρ τόσσ’ ἐτρύφησεν ἐν ἀνθρώποις ὅσ’ ἐγώ περ;
    ἢ τίς ὑπὸ πάτρης τόσσην ἔσχ’ ἀγάπην;
γνώριμος ἐν πολλοῖσιν ὑπάρχων ἀν[δ]ράσιν αἰεί,
    ὃν ποθέεσκε πάτρη, ἣ τέκεν ε̣υ̣— —
Search Help
Contact Us