Decrees of Istron, Phaistos, Hierapytna, and another Cretan city concerning the asylia of Kos.  Opisthographic marble stele.
[ ] Kos Isl. — Kos — Asklepieion — 242 BC — Chiron 31 (2001) 335, 2
See also:
face A, front [Ἰστρωνίων οἱ κόσμοι καὶ ἁ πόλις Κωΐων τᾶι βωλᾶι καὶ τῶι]
  δάμωι χαίρειν· ἀπεστή[λατε παρ’ ἁμὲ θεωροὺς Χά]-
  ριππον, Δίωνα, Πλάτωνα̣, [οἳ ἐπήγγειλαν τάν τε θυ]-
  σίαν καὶ τὰν πανάγυρ[ιν τὰν γινομέναν τῶι Ἀσ]-
  κλαπιῶι καὶ παρεκάλο[υν ἁμὲ τὸ ἱερὸν τοῦ Ἀσ]-
5   κλαπιοῦ τὸ ἐγ Κῶι ἄσυ[λον δέχεσθαι· ἀγαθᾶι τύχαι]·
  δεδόχθαι τᾶι πόλει τᾶ[ι Ἰστρωνίων δέχεσθαι καθὰ]
  παρακαλοῦντι τάν τ̣[ε θυσίαν καὶ τὰν πανάγυ]-
  ριν καὶ τὰν ἐκεχειρία̣[ν, καὶ ἄσυλον ἦμεν τὸ ἱερὸν]
  τοῦ Ἀσκλαπιοῦ ὑπό τε̣ [Ἰστρωνίων καὶ τῶν κατοικόν]-
10   των ἐν Ἰστρ̣ῶνι· τὸ δὲ ψ[άφισμα τόδε ἀναγράψαι ἐν τῶι]
  πρυτανείωι vvv ἐν τῶ[ι ἐπιφανεστάτωι τόπωι· τοῖς δὲ]
  θεωροῖς ἐς ἀπαρχὰν̣ [δόμεν στατῆρας δέκα(?) vacat(?)]·
Φαιστίων οἱ κόσμοι καὶ [ἁ πόλις Κωΐων τοῖς ἄρχουσι]
  καὶ τᾶι πόλει χαίρειν· ἐπ̣[εὶ Κῶιοι ἀποστείλαντες θεω]-
15 [ροὺ]ς τάν τε ἀσυλ[ίαν τῶ ἱερῶ τῶ Ἀσκλαπιῶ καὶ τὰν θυ]-
[σίαν κα]ὶ τὰ λοιπά, ὧγ [— — , ἀξιοῦντι δέχεσθαι — — —]
[․․․․․․․] τ[α]ῦτα δε․[— — — — — — — — — — — — — —]
face B, back [— — — — — — — — — — — — — — — — — — ὅπως(?) τὸ]
[ἱερὸν τῶ Ἀσκλαπιῶ ἄσυλον] ὑπάρχῃ ὑπό τε Φαισ̣ίων]
[καὶ τῶν κατοικόντων ἐμ Φα]ιστῶι· ἀγαθᾶι τύχαι· ἦ̣[μεν]
[ἄσυλον τὸ ἱερὸν τῶ Ἀσκλαπ]ιῶ τῶ ἐγ Κόοι ὑπό τε Φαιστ̣[ί]-
[ων καὶ τῶν κατοικόντων ἐ]μ Φαιστῶι· τὸ δὲ ψάφισμα
5 [τόδε ἀναγράψαι ἐν τῶι ἱερῶι τῶ Ἀπόλ]λωνος τῶ Πυθίω·
[δόμεν δὲ καὶ τοῖς θεωροῖς εἰς] ξένια στατῆρας δέκα·
[ἔδοξεν Ἱεραπυτνίων τοῖς κόσμ]ο̣ις καὶ τῶι δ̣ά̣μωι· ἐπε̣[ι]-
[δὴ Κῶιοι φίλοι ὄντες τῶ δάμ]ω τῶ Ἱεραπυτνίω<ν> θε-
[ωροὺς ἀπεστάλκαντι παρ’ ἁμὲ Χ]άριππον, Δίωνα, Πλά-
10 [τωνα, οἵτινες ἐπαγγέλλοντι] τὰν θυσίαν καὶ τὰν
[ἐκεχειρίαν καὶ τὰν πανάγυρι]ν̣ τῶι Ἀσκλαπιῶι κ̣α[ὶ]
[ἀξιοῦντι τὸ ἱερὸν τῶ Ἀσκλα]πιῶ v τὸ παρ’ αὐτοῖς ἄσ̣[υ]-
[λον ἦμεν· ἀγαθᾶι τύχαι· δε]δόχθαι Ἱεραπυτνί[οις]
[ἀποδέχεσθαι τὰν θυσία]ν̣, καὶ τὸ ἱερὸν τῶ Ἀσκ[λαπιῶ]
15 [ἄσυλον ἦμεν καθὼς ἀξι]οῦντι· ἀγγράψα[ι δὲ τὸ ψά]-
[φισμα ἐν τῶι ἱερῶι τῶ Ἀσκ]λαπιῶ· δόμε[ν δὲ ἐς ἀπαρχὰν]
[στατῆρας δέκα(?) τοῖς θεω]ροῖς· vacat
[ἔδοξεν — 3-4 — τοῖς κόσμοις κα]ὶ τᾶ[ι πόλει — — —]
Search Help
Contact Us