[ ] Att. — non-stoich. — 161/0 — IG II² 956 Add. (pt. 1.2 p. 669)
1 [Ἀντ]ίδημος Κλεϊπ[πίδου — — — — — εἶπεν· ἐπειδὴ]
[Νικ]ογένης Νίκωνο[ς Φιλαΐδης χειροτονηθεὶς]
[ὑπὸ τ]οῦ δήμου Θησεί[ων ἀγωνοθέτης εἰς τὸν ἐνιαυ]-
[τ]ὸν τὸν ἐπὶ Ἀριστόλα [ἄρχοντος τήν τε πομπὴν]
5 [ἔπεμψεν ε]ὐσ[χ]ήμ[ον]α [καὶ τ]ὴν θυσ[ίαν συνετέλε]-
[σεν τῶι Θησεῖ κ]ατὰ [τὰ π]άτρια καὶ τῆς λαμπά[δος καὶ]
[τοῦ γυμ]νικοῦ ἀγῶ[ν]ος ἐποιήσατο τὴν ἐπ[ιμέλειαν]
[προ]ν[ο]ηθεὶς τοῦ μηθένα τῶν ἀγωνιζομένων [ἀδι]-
[κήμ]α[τι] περιπεσεῖν· ἔθηκεν δὲ καὶ ἆθλα τοῖς ἀγω[νι]-
10 [σαμέν]οις σπουδῆς οὐθὲν ἐλλείπων κατὰ τὰ ἐψηφισ-
[μέ]να [τ][ι] δήμωι· παρεσκεύασεν δὲ καὶ ταῖς φυλαῖς
[τ]αῖ[ς νι]κώσαις ἆθλα τῶν τε ἱππέων καὶ τῶν ἐπιλέ-
[κτων], ὁμοίως δὲ καὶ τοῖς ἐκ τῶν ἐθνῶν τάγμασιν, καὶ
[τα][τ]α ἀνέθηκεν· ἔδωκεν δὲ καὶ τεῖ βουλεῖ καθέσιμον
15 [δρ]αχμὰς v ΧΗΗ v καὶ τοῖς πρυτάνεσιν εἰς θυσίαν v Η· v
ἀνέθηκεν δὲ καὶ στήλην ἐν τῶι τοῦ θησέως τεμέ-
νει εἰς ἣν ἀνέγραψε τοὺς νικήσαντας, καὶ εἰς ταῦ-
τα πάντα ἀπολογίζεται ἀνηλωκὼς ἐκ τῶν ἰδίων
ὑπὲρ τὰς δισχιλίας ἑξακοσίας ἐνενήκοντα δραχμάς·
20 καὶ περὶ ἁπάντων ὧν ὠικονόμηκεν ἀπενήνοχεν λό-
γους εἰς τὸ μητρῶιον καὶ πρὸς τοὺς λογιστὰς καὶ τὰς
εὐθύνας ἔδωκεν· ὅπως οὖν καὶ ἡ βουλὴ καὶ ὁ δῆμος
μνημονεύοντες φαίνωνται τῶν εἰς ἑαυτοὺς φιλοτι-
μουμένων καὶ ἑτοίμως διδόντων εἰ〚ι〛ς {²⁶εἰς}²⁶ τὰς ἐπιμελείας,
25 ἀγαθεῖ τύχει δεδόχθαι τεῖ βουλεῖ τοὺς λαχόντας προ-
[έ]δρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι
[π]ερὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς
[ε]ἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ, ἐπαινέσαι
[Νικογ]ένην Νίκωνος Φιλαΐδην καὶ στεφανῶσαι αὐτὸν
30 [χρυσῶ]ι στεφάνωι κατὰ τὸν νόμον εὐνοίας ἕνε-
[κεν καὶ] φιλοτιμίας ἣν ἔχων διατελεῖ περί τε τὴν
[βουλ][ν] καὶ τὸν δῆμον τὸν Ἀθηναίων· ἀναγορεῦσ[αι]
[δὲ τὸν] στέφανον Διονυσίων τε τῶν ἐν ἄστει καινο[ῖς]
[τ]ρ[αγωιδ]ο[ῖ]ς καὶ Παναθηναίων καὶ Ἐλευσινίων καὶ Πτολε-
35 [μαίων το]ῖς γυμνικοῖς ἀγῶσιν· ἀναγ[ράψ]αι δὲ τόδε τὸ ψή-
[φισμα τὸν γ]ραμματέα τὸν κατὰ πρυτανείαν εἰς στήλην
[ἐν ἧι καὶ ο]ἱ νενικηκότες.   vacat
37a                      vacat 0.065
38                      ἡ βουλὴ
                     ὁ δῆμος
40                      Νικογένην
                     Νίκωνος
                     Φιλαΐδην
col. I.43 [ἐπὶ Ἀριστόλα ἄρ]χοντος οἵδε ἐνίκων τὸν ἀγῶνα Θησείων·
[τοὺς σ]αλπ[ι]κτάς·
45 [Ἄ]ριτος] Ἀριστοκράτου Ἀθηναῖος.
  τοὺ[ς κήρυκ]ας·
Θεόδωρ[ος Π]οσειδων[ί]ου Ἀθηναῖος.
  τῶν ἐπι[λέκ]των εὐανδρίαι·
φυλὴ ἐνί[κ]α Ἀτ[τ]αλὶς [τ]αξιαρχοῦντος
50 Ἀργείου [τ]οῦ Ἀσκλάπωνος Ἀτηνέως.
  τεῖ [εὐοπλίαι· φυλὴ ἐνί]κα Κεκροπὶς
ταξ[ιαρχο]ῦντ[ο]ς Ἀν[τιδ]ώρου [τ]οῦ Ἀρείου
․․c.7․․ως. τῶ[ν ἐν] τοῖ[ς] ἔθνεσιν
[ε][ανδρίαι· τάγ]μα ἐνίκ[α] τὸ Ὁμίλου.
55 [τ]ε[ῖ εὐοπλίαι· τάγμα] ἐνίκ[α] τὸ Δημέου.
[τῶ]ν [ἱππέων εὐανδρίαι· φυ]λὴ ἐν[ίκα] Αἰγεῒς
[φυλαρχοῦντος Ἀρατίω]νος τοῦ Σίμου
[ἐγ Μυρρινούττη]ς. τεῖ εὐοπλίαι·
[φυλὴ ἐνίκα Α]ἰγε[ῒς] φυλαρχοῦντος
60 [Ἀρατίωνος τ]οῦ Σ[ίμ]ου ἐγ Μυρρινούττης.
τῆ[ι λαμπά]δι τοὺς παῖδας ἐκ τῆς
[Τι]μ[έου παλ]αίσ[τρ]ας ἐνίκα λαμπαδαρχῶν
[Νικογένης] Νίκωνος Αἰγεῖδος φυλῆς.
[τῆι λαμπά]δι τοὺς ἐφήβους οἱ ἐξ ἐφήβων
65 [— — — λ]αμπαδαρχοῦντος
[Ἀπολλ]ωνίο[υ το]ῦ Εὐκταίου Ἀκαμαντίδος
[φυλῆς. τῶν νεαν]ίσκων οἱ ἐγ Λυκείου
[λαμπαδαρχοῦντ]ος Καιρίου τοῦ
[Τέλωνος — — ντίδ]ος φυλῆς.
70 [π]α[ῖδας δόλιχ]ον τῆς τρίτης ἡλικίας·
— — — — — οδώρου [Ἀκ]αμαντίδος φυλῆς.
[παῖδας ἐκ] π[ά]ντων δόλιχον·
[— — — Δ]ρ[ο]μέου Ἀθηναῖος.
[ἄνδρας] δ[ό]λιχον·
75 [— — — ος Ἀ]ρχεστράτου Ἀθηναῖος.
[παῖδας] στάδιον τῆς πρώτης ἡλικίας·
— — — Δημάρχου Αἰγεῖδος φυλῆς.
[παῖδας στ]άδιον τῆς δευτέρας ἡλικίας·
[Μελέτων Σ]τ[ρ]ο[μβ]υλίωνος Αἰγεῖδος φυλῆς.
80 παῖ〚ι〛δας {²⁶παῖδας}²⁶ [σ]τάδ[ιον τῆ]ς τρίτης ἡλικίας·
[Ἀ]σκλη[πι]άδης [Ἀρισ]τοβούλου Αἰαντίδος φυλῆς.
παῖδας ἐκ πάντων στάδιον·
[Κ]αίριος Τέλωνος Ἀθηναῖος. ἄνδρας στάδιον·
[Αἰ]σχρίων Δημητρίου Ἀθηναῖος.
85 [π]αῖδας δίαυλον τῆς πρώτης ἡλικίας·
[Ἀπ]ολλώνιος Ἐθελάνδρου Οἰνεῖδος φυλῆς.
               vacat 0.13
col. II.44   παῖδας δίαυλον τῆς δευτέρας ἡλικίας·
45 Μελέτων Στρομβυλίωνος Αἰγεῖδος φυλῆς.
  παῖδας δίαυλον τῆς τρίτης ἡλικίας·
Ἀλέξων Ἀπολλοφάνου Πανδιονίδος φυλ[ῆς].
  παῖδας ἐκ πάν[τ]ων δίαυλον· Καίριος
Τέλωνος Ἀθηναῖος. ἄνδρας δίαυλον·
50 Ἀλέξανδρος Σά̣μ[ο]υ Ἀθηναῖος.
  παῖδας πάλην τῆ[ς π]ρώτης ἡλικία[ς]·
Νίκων Νικογένου Αἰγεῖδος φυλῆς.
  παῖδας πάλην τῆς δευτέρας ἡλικία[ς]·
Μελέτων Στρομβυλίωνος Αἰγεῖδος φυλ[ῆς].
55 παῖδας πάλην τῆς τρίτης ἡλικίας·
Ἀπολλώνιος Ἀπολλωνίου Αἰγεῖδος φυλ[ῆς].
  παῖδας ἐκ πάντων πάλην·
Ἡραγόρας Διονυσοδώρου Ἀθην[αῖος].
  ἄνδρας πάλην· Εὔδημος Σωκ[ράτους Ἀθη]-
60 ναῖος. παῖδας πυγμὴν τῆς πρώ[της ἡλικίας]·
Εὐφρέας Εὐφρέου Ἀκαμαντίδο[ς φυλῆς].
  παῖδας πυγμὴν τῆς δευτέρας ἡλ[ικίας]·
Παυσανίας Παυσανίου Οἰνεῖδος φυ[λῆς].
  παῖδας πυγμὴν τῆς τρίτης ἡλικί[ας]·
65 Ἡρ̣ακῶν Πείθωνος Ἱπποθωντίδος φυ[λῆς].
  παῖδας ἐκ πάντων πυγμήν· Δωρό[θεος]
Χαρμίδου Ἀθηναῖος. ἄνδρας πυγ[μήν]·
Σωσικράτης Δημονόμου Ἀθηνα[ῖος].
  παῖδας παγκράτιον τῆς πρώτη[ς ἡλικίας]·
70 Φιλέας Φιλέου Ἀκαμαντίδος φυλ[ῆς].
  παῖδας παγκράτιον τῆς δευτέρα[ς] ἡλι[κίας]·
Ἅβρων Καλλίου [Α]ἰγ[ε]ῖδος φυλῆς.  παῖδας
  παγκράτιον τῆς τρίτης ἡλικίας·
Ἀπολλώνιος Ἀπ{π}ολλωνίου {²⁶Ἀπολλωνίου}²⁶ Ἀτταλίδος φυλῆ[ς].
75 παῖδας ἐκ πάντων παγκράτιον· Σάμος Σάμο[υ]
Ἀθηναῖος. ἄνδρας παγκράτιον· Θε̣ο̣δ̣ωρίδ[ης]
Παυσανίου Ἀθηναῖος. ὁπλίτην·  Νικόδημο[ς]
Πυθοδώρου Ἀθηναῖος. ἐν ὅπλοις δίαυλο[ν]
ἐκ τῶν φυλάρχων· Ἀρατίων Σίμου Αἰγεῖ[δος]
80 φυλῆς. δίαυλον ἐκ τῶν φυλάρχων· Ἀρατίων Σ[ίμου]
  Αἰγεῖδος φυλῆς. ἀκάμπιον ἐκ τῶν φυλ[άρχων]·
Ἀρατίων Σίμου Αἰγεῖδος φυλῆς. ἵππω[ι πολε]-
  μιστῆι δίαυλο[ν] ἐκ τῶν ἱππέων· Ἀρ — — —
της Ἀντιμάχου Οἰνεῖδος φυλῆς.  δίαυλο[ν ἐκ τῶν]
85 ἱππέων· Νικόδωρος Νικησίου Λεωντίδ[ος φυλῆς].
ἀκάμπιον ἐκ τῶν ἱππέων· Νικόδωρος Ν[ικησίου]
Λεωντίδος φυλῆς.  ἵππωι λαμπρῶι· Λύανδρ[ος]
Νικογένου Αἰγεῖδος φυλῆς.  δίαυλον ἐκ πάντ[ων]·
Φιλοκράτης Ἡδύλου Οἰνεῖδος φυλῆς. ἀκάμπιον ἐ[κ πάν]-
90 των· Δέξανδρος Φιλίνου Ἀντιοχίδος φυλῆς. ἀφ’ ἵ[π]-
[που ἀκ]ο[ντίζων· — — —] Δημητρ[ίου Ἱππο]θω[ντίδος φυλῆς].
                      vacat 0.09
Search Help
Contact Us