[ ] Lakonike — Gerenia
1 [ἐπ]ειδὴ παραγεν̣[όμε]νοι δικαστα[ὶ] παρ[ὰ τᾶς πό]-
[λι]ος τῶν Ἱππολ[α]ίων Νι̣κάνδριππος [Νι]κα[ν․․․․],
[Ξεν]οκ̣λ̣[εί]δ̣α̣[ς Νι]κ̣οσθ̣έ̣[νο]υ̣[ς, Φίλων] Δ̣α̣[— — —]
[εἰς π]ό̣λ̣ι̣ν̣ τ[ὰ]ν Γερην̣[ῶ]ν ἀνεστράφεν ἀξ[ίως]
5 [τᾶς τ]ε̣ π̣όλ[ιο]ς [τᾶς ἀ]π̣οσ[τειλ]άσας καὶ αὑτῶ[ν]
[καὶ κατὰ π]ᾶ̣ν [ἀκο]λ[ο]ύ̣θ̣[ω]ς τοῖς νόμοις, ὅσαι
[μὲν ἦσαν δ]ίκαι ὑπο̣τ̣[ίμ]η̣[τ]αι, τάσδε̣ καὶ διέλ{ο}υσα[ν] {²⁶διέλυσαν}²⁶,
[ὅσας] δ̣<ὲ> [βα]ρ̣είας ἀνέλαβον, ἔκριναν καθὼς
[ἐνδ]ε̣χόμ̣ενον ἦν [βέ]λτιστα, ἔδοξε τᾶι πό-
10 [λ]ει τῶν Γερηνῶν· προξένους εἶμεν καὶ εὐερ-
[γ]έτας τᾶς πόλεως τῶγ Γερηνῶν Νικάνδριπ̣-
[π]ο̣ν Ξενοκλείδ̣αν Φίλωνα Ἱππολαίους καὶ
[ὑ]πάρχειν αὐτοῖς ἀτέλειαν καὶ εἰσαγόντοις̣
[κα]ὶ ἐξαγόντοις καὶ ἀσυλίαν καὶ ἐπινομίαν
15 [κ]αὶ γᾶς ἔνκτησιν καὶ οἰκίας καὶ τὰ λοιπὰ τί-
μια ὅσα καὶ τοῖς ἄλλοις προξένοις, αὐτοῖς τε
καὶ ἐκγόνοις· ἀναγράψαι δ̣ὲ τοὺς ἐφόρους τοὺς̣
P?ERI\ *FILWNI/DAN TA\N PROCENI/AN EI)S TO\ I(ERO\N TOU=
Μαχάονος· γράψαι δὲ καὶ ἀντίγραφον τᾶς προ-
20 [ξ]ενίας καὶ ἀποστεῖλαι γράμματα ποτὶ τὰ[ν]
[π]όλιν τῶν Ἱππολαίων καὶ τοὺς ἐφόρ<ο>υς, ὅπω̣[ς]
[ἀ]ναγραφῆι εἰς τὸ ἱερὸν τοῦ Ποσιδᾶνος τοῦ [ἐ]-
[π]ὶ ἄκρωι.
Search Help
Contact Us