[ ] Mys. — Pergamon(?); later Firenze — 200-209 AD — MDAI(A) 27.1902.182 cf.; IGR 4.468
1 ὑπὲρ σωτηρίας καὶ νείκης καὶ αἰωνίας διαμονῆς
τῶν κυρίων Αὐτοκρατόρων Λουκίου Σεπτιμίου
Σευήρου Εὐσεβοῦς Περτίν[α]κος Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνι-
κοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνείνου
5 Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ
Λουκίου Σεπτιμίου 〚Γέτα〛 Καίσαρος καὶ Ἰουλίας Σεβαστῆς
μητρὸς στρατοπέδων καὶ τοῦ σύνπαντος αὐτῶν οἴκου καὶ
ἱερᾶς συνόδου Λ. Σεπτίμιος Τρύφων καὶ ὡς
χρηματίζω, Ἀλεξανδρεὺς φιλόσοφος, γενόμενος ἱερεὺς
10 κατὰ τὸ ἐξῆς δὶς καὶ ἀρχιερεὺς τοῦ καθηγεμόνος Διονύσου διὰ
βίου, ἔτι τε καὶ τειμηθεὶς ἀρχιερεὺς Μάρκου Αὐρηλίου Ἀντωνίνου
Σεβαστοῦ τοῦ νέου Διονύσου διὰ βίου καὶ ὑποσχόμενος αὐθαί-
ρετος καὶ ταύτην τὴν ἀρχιερωσύνην διὰ βίου ἐπιτελεῖν,
τὸν Διόνυσον ἀνακοσμήσας ἐκ τῶν ἰδίων πρῶτος,
15 λογιστεύοντος Μ. Οὐολυσσίου Περικλέους,
ἐπανγειλάμενος τὸν Διόνυσον ἀνακρσμῆσαι ἐπὶ ἄρχοντος
Βεντιδίου Σώτ[α], πυθαύλου περιοδονείκου παραδόξου,
καὶ γραμματέ[ω]ς Αἰλίου Ἀγαθημέρου, κιθαρῳδοῦ παραδό-
ξου, καὶ νομοδίκτου Αὔλου Οἰν[ω]ς, τραγῳδοῦ παραδόξου,
20 ἐτελείωσα δὲ, ὡς ἐπηνγειλάμην, τόν Διόνυσον ἐπὶ ἄρ-
χοντος Αὐρ. Ἀγχαρήνου Φαίδρου, Ἐφεσίου, κομῳδοῦ
περιοδονείκου, Καπετωλιον[ε]ίκου παραδόξου καὶ γραμματέ[ω]ς
Μενεκρ[ά]τους Ἀσσυρίου Συλλέ[ω]ς, κομῳδοῦ περίοδονείκου
παραδόξου, καὶ νομοδίκτου Τιβ. Κλαυδ. Ἀλεξάνδρου, Λαδικέ-
25 ως, τραγῳδοῦ καὶ ποιητοῦ παραδόξου.
Search Help
Contact Us