1 | ἐπὶ Πέλοπος ἄρχοντος ἐπὶ τῆς Πτολεμαιΐδος δω- |
δεκάτης πρυτανείας· Σκιροφοριῶνος <ἕκτει ἐπὶ δέκα>, ἕκτει καὶ δ[ε]- | |
κάτει τῆς πρυτανείας· ἐκκλησία ἐν τῶι θεάτρωι· ἔδο- | |
ξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Αἰσχέας Θεοπείθου | |
5 | Κηφισιεὺς εἶπεν· ἐπειδὴ ὁ ἱερεὺς τοῦ Ἀσκληπ[ιοῦ] |
τοῦ ἐν ἄστει Πρωταγόρας Νικήτου Περγασῆθεν [πρό]- | |
σοδον ποιησάμενος πρὸς τὴμ βουλὴν ἀπήγγελ[λ]εν | |
ἐν αἷς πεποίηται θυσίαις γεγονέναι τὰ ἱερὰ καλὰ | |
καὶ σωτήρια πᾶσιν Ἀθηναίοις καὶ τοῖς οἰκοῦσιν τὰς π[ό]- | |
10 | [λ]εις τὰς Ἀθηναίων, ἐπιμεμέληται δὲ καὶ τῆς [τοῦ να]- |
οῦ εὐκοσμίας καὶ τὰς θυσίας ἁπάσας τέθυκεν κατὰ [τὰ] | |
ψηφίσματα, πεποίηται δὲ καὶ τὴν ἀναστροφὴν εὐσχημό[ν]- | |
[ως —]ΙΙΙ#⁷Ι․#⁷Ι․#⁷ΝΙΕΙ ἱερά, vv τ[ύχηι ἀγαθῆι δεδόχθαι τεῖ] | |
βουλεῖ τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν [ἐκκλησί]- | |
15 | αν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλ[ε]- |
σθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλε[ῖ] | |
ἐπαινέσαι τὸν ἱερέα τοῦ Ἀσκληπι[οῦ τ]οῦ ἐν ἄ[σ]τ[ει] | |
καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι εὐσε- | |
βείας ἕνεκα καὶ φιλοτιμίας ἣν ἔχων διατελεῖ | |
20 | πρὸς τοὺς θεούς· vvv ἀναγράψαι δὲ τὸ ψήφισμα ἐν |
στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι τοῦ Ἀσκληπιοῦ ἱερῶ[ι], | |
τὸν δὲ ταμίαν τῶν στρατιωτικῶν μερίσαι τὸ γενόμε- | |
νον ἀνάλωμα εἰς τὴν ἀναγραφὴν τῆς στήλης. | |
23a | in corona: |
24 | ἡ βουλὴ |
25 | ὁ δῆμος |
τὸν ἱερέ[α] | |
Πρω[ταγόραν] | |
Περγασῆ[θεν]. |
IG II²
950