[ ] Att. — non-stoich. — c. 165/4
See also:
1 ἐπὶ Πέλοπος ἄρχοντος ἐπὶ τῆς Πτολεμαιΐδος δω-
δεκάτης πρυτανείας· Σκιροφοριῶνος <ἕκτει ἐπὶ δέκα>, ἕκτει καὶ δ[ε]-
κάτει τῆς πρυτανείας· ἐκκλησία ἐν τῶι θεάτρωι· ἔδο-
ξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Αἰσχέας Θεοπείθου
5 Κηφισιεὺς εἶπεν· ἐπειδὴ ὁ ἱερεὺς τοῦ Ἀσκληπ[ιοῦ]
τοῦ ἐν ἄστει Πρωταγόρας Νικήτου Περγασῆθεν [πρό]-
σοδον ποιησάμενος πρὸς τὴμ βουλὴν ἀπήγγελ[λ]εν
ἐν αἷς πεποίηται θυσίαις γεγονέναι τὰ ἱερὰ καλὰ
καὶ σωτήρια πᾶσιν Ἀθηναίοις καὶ τοῖς οἰκοῦσιν τὰς π[ό]-
10 [λ]εις τὰς Ἀθηναίων, ἐπιμεμέληται δὲ καὶ τῆς [τοῦ να]-
οῦ εὐκοσμίας καὶ τὰς θυσίας ἁπάσας τέθυκεν κατὰ [τὰ]
ψηφίσματα, πεποίηται δὲ καὶ τὴν ἀναστροφὴν εὐσχημό[ν]-
[ως —]ΙΙΙ#⁷Ι․#⁷Ι․#⁷ΝΙΕΙ ἱερά, vv τ[ύχηι ἀγαθῆι δεδόχθαι τεῖ]
βουλεῖ τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν [ἐκκλησί]-
15 αν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλ[ε]-
σθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλε[ῖ]
ἐπαινέσαι τὸν ἱερέα τοῦ Ἀσκληπι[οῦ τ]οῦ ἐν ἄ[σ]τ[ει]
καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι εὐσε-
βείας ἕνεκα καὶ φιλοτιμίας ἣν ἔχων διατελεῖ
20 πρὸς τοὺς θεούς· vvv ἀναγράψαι δὲ τὸ ψήφισμα ἐν
στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι τοῦ Ἀσκληπιοῦ ἱερῶ[ι],
τὸν δὲ ταμίαν τῶν στρατιωτικῶν μερίσαι τὸ γενόμε-
νον ἀνάλωμα εἰς τὴν ἀναγραφὴν τῆς στήλης.
23a                     in corona:
24                     ἡ βουλὴ
25                     ὁ δῆμος
                    τὸν ἱερέ[α]
                    Πρωαγόραν]
                    Περγασῆ[θεν].
Search Help
Contact Us