[ ]
Mys. — Pergamon — 102-114 AD — MDAI(A) 32.1907.333,65 + 35.1910.473,60 — IGR 4.456 — Müller, Ehreninschr. (unpubl., 1997) [061]
1 | ἡ βουλὴ καὶ ὁ δῆμος |
τῶν πρώτων νεωκόρων | |
Περγαμηνῶν ἐτίμησε | |
Γάιον Ἰούλιον Φλαουιανὸν | |
5 | ἥρωα, |
υἱὸν Φλαουίου Μηνοφάντου | |
τοῦ γυμνασιάρχου καὶ | |
ἀρχιερέως τῆς Ἀσίας καὶ τὰς | |
λοιπὰς ἀρχὰς πάσας ἀξίως | |
10 | τῆς πατρίδος πεπληρωκότος |
διά τε τὸ τοῦ πατρὸς ἀξίωμα | |
καὶ τὴν τοῦ Φλαουιανοῦ | |
ἀρετήν. |