[ ] Mys. — Pergamon — 102-114 AD — IGR 4.470 — Müller, Ehreninschr. (unpubl., 1997) [060]
1  ἡ βουλὴ καὶ ὁ δῆμος
τῶν πρώτων  νεωκόρων
Περγαμηνῶν ἐτίμησε
Τίτον Φλάουιον Φλῶρον
5        ἥρωα,
υἱὸν Φλαουίου Μηνοφάντου
τοῦ γυμνασιάρχου καὶ
ἀρχιερέως τῆς Ἀσίας  καὶ τὰς
λοιπὰς ἀρχὰς πάσας ἀξίως
10 τῆς πατρίδος πεπληρωκότος
διά τε τὸ τοῦ πατρὸς ἀξίωμα
καὶ τὴν τοῦ Φλώρου
      ἀρετήν.
Search Help
Contact Us