[ ] Mys. — Pergamon — 18/17 or 16 BC — IGR 4.454 — Müller, Ehreninschr. (unpubl., 1997) [047]
1         οἱ νέοι ἐτίμησαν
Γάιον Ἰούλιον Σακέρδωτα τὸν
νεωκόρον θεᾶς Ῥώμης καὶ θεοῦ
Σεβαστοῦ Καίσαρος καὶ ἱερέα
5 Τιβερίου Κλαυδίου Νέρωνος καὶ
γυμνασίαρχον τῶν δωδεκάτων
Σεβαστῶν Ῥωμαίων τῶν πέντε
γυμνασίων ἀλείφοντα ἐγ λουτήρων
δι’ ὅλης ἡμέρας ἐκ τῶν ἰδίων,
10 προνοήσαντα τῆς τε αὑτῶν καὶ τῶν
[ἐ]φ̣ήβων ἀγωγῆς νόμους τε πατρίους
[καὶ] ἔ̣θη κατὰ τὸ κάλλιστον
        [ἀ]ν̣α̣νεωσάμενον.
Search Help
Contact Us