MDAI(A) 32 (1907) 273,10
[ ] Mys. — Pergamon — aft. 133 BC — IvP II 252+ — IGR 4.295 (part) — Müller, Dekrete (unpubl., 1997) [14]
1 [— — — — — — — — — —]ΟΙΜΙΛΛΟΝ[— — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — —]ΕΝ[․․] πρῶτος [— — — — — — — — — — — —]
[— — — — — — — — — τ]οῖς ἐπάθλοις Τ[․]ΙΙ[․․․]Π[․․Ι]ΑΜ#⁷[․ τῶν πο]-
[λι(?)]τῶν οὐδεν[ὸς] δευτερεύουσαν τὴν χορηγίαν ἐποήσατο, βο̣υθυτ[ή]-
5 [σα]ς τε ἐν τῆι ἀναστάσει τῆς [ε]ἰκόνος ἆθλα τε ἔθηκεν τοῖς ἐφήβοις
καὶ νέοις καὶ τὰ λοιπὰ [ἐχορήγησ]εν το[ῖς] ἄρχουσιν καὶ παιδευταῖς κ[αὶ]
δημοσίοις, ἐφρόντισεν [δὲ καὶ τῶν] πρεσβυτέρων, δαπάνην οὐ μικρὰν
[ἀ]ναδεξάμενος, ὅπ[ως καὶ ἐπιμε]λ̣[ο]ῦς θεραπείας τυγχάνοντες
[κα]τὰ μηδὲν ἐμποδ[ίζωνται τῶ]ν πρὸς ὑγίειαν ἀνηκόντων, πρὸς
10 οἷς ἤγαγεν δὲ καὶ [εἰς τὸν λουτ]ρ̣ῶνα ληνοὺς δημοσίας πλείονας, ἵνα
[ὅ τε] λουτρὼν τὴν [π]ρ̣έ̣[π]ουσαν ἀξίαν ἔχη καὶ τὸ ὕδωρ ἱκανὸν χορηγῆ̣[ται]·
[ἔθη]κεν δὲ καὶ ἐν τῶι σφαιριστηρίωι ὁμοίως λουτῆρας δημοσίους δύο, ὑ-
περιδὼν τὴν πλεονάζουσαν εἰς τοὺς σπόγγους δαπάνην, περί τε τῆς
φυλακῆς [τῶν ἱ]ματίων δια̣τ̣α̣ξάμενος οὐκ ἀνοικείως ὁμόσε τοῖς ἄλλοις ἐ[πι]-
15 νοήμασιν οὐ τὸν τυχόντα ἔπαινον ἐφειλκύσατο· τό τε ὅπλον ἐν αὐτοῖς τοῖς
Ἑρμαίοις ἀνέθηκεν ἄξιον τοῦ καταστήσαντος αὐτὸν δήμου, δικαίως
καὶ εὐσεβῶς τοῖς ἐπιτηδείοις τοὺς στεφάνους ἀποδούς, δι’ ὃ συνέβη μὴ μό-
νον ταινιωθῆναι αὐτὸν κατὰ τὸν ἐπὶ πάντων ἐθισμόν, ἀλλὰ καὶ χρυσοῖς στε-
φάνοις ὑπό τε τῶν νέ̣ων καὶ ἐφήβων καὶ ξένων τιμηθῆναι, τῶν τε ἐκκομι[δῶν]
20 ἐπιμελείαι καὶ κακοπαθίαι διενέγκας ὑπεράγουσαν ἐπιστροφὴν ἐποήσατ[ο],
καθόλου μηδέποτε ἐφυστερήσας, ἀλλ’ ἰδίαι διασήμως ἀφηγούμενος τῶ̣ν
νεανίσκων, ἐξ οὗ συνέβαινεν καὶ [τ]ο̣ὺς πανὺ δημοτικοὺς μηδὲν ἧσσον τῶν
ἐν ὑπεροχῆι ὄντων ἐν τῶι μέρει τούτωι τιμᾶσθαι, καὶ ἐπὶ τῶν πομπῶν δὲ ἔ̣θ̣[ε]-
το γινόμενον τὸ ἔνδοξον ἐπισήμως τῶν τε θεῶν καὶ εὐεργετῶν, ὑπὸ τῆς
25 τῶν νέων πολυοχλίας καὶ τῆς ἐξ αὐτῶν εὐκοσμίας συναυξομένω̣ν̣, [οἷς]
ἀεὶ καταξίως ὁμιλῶν τοὺς μὲν ἀπειθοῦντας εἰς τὴν καθήκουσαν ἐπιτι[μί]-
[α]ν ἦγεν, τοῖς δὲ προσεδρεύουσιν ἔπαινον καὶ φιλανθρωπίαν ἐμέριζεν,
ἔν τε ἄλλαις τῶν ἐπισήμων ἡμερῶν ἐπιδόσεις ποησάμενος πρὸς εὐ-
ωχίαν, καὶ ἐν τοῖς Καβειρίοις μεγαλομερῶς τῆι χορηγίαι χρησάμενος ο[ὐ]-
30 κ ὀλίγας ἀνεδέξατο δαπάνας ἕνεκ[εν τῆς] εἰς τοὺς π̣ο̣λ̣ίτας φιλαγαθίας.
ὅπως οὖν καὶ ὁ δῆμος φαίνητ̣α̣[ι τοὺς καλοὺς] κἀγαθοὺς τῶν ἀνδρῶν ση̣μ̣[ει]-
ούμενος καὶ ταῖς καταξία[ις αὐτῶν χάρι]σιν ἀμειβόμενος, ἀγαθῆι
τύχηι δεδόχθαι τῆι βουλῆι καὶ τῶι δ[ήμωι]· ἐπαινέσαι τε Μητρόδωρον̣
ἐπὶ τοῖς προγεγραμμέ̣νοι[ς] καὶ στε̣[φαν]ῶσαι χρυσ̣ῶι στεφάνωι
35 τῶι ἐκ τοῦ νόμου μεγίστω̣ι̣ καὶ̣ ε̣ἰ̣κ̣ό̣[ν]ι̣ χα[λ]κῆι, ἣν στῆσαι ἐν τῆι παραδρο-
μίδι τοῦ γυμνασίου, καὶ τὴν ἀ[ναγόρευσιν] ποήσασθαι τὸν ἀγω̣ν̣οθέτην ἐν τ[ῆι]
πρώτηι ἀχθησαμένηι πα[νηγύ]ρ̣ει, ὑπάρχειν δ̣ὲ αὐτῶι κα̣ὶ̣ σίτησιν ἐμ π̣ρυ-
τανείωι καὶ ἀλειτουργησί̣αν καὶ ἀνεπ[ι]σταθμείαν̣. ἀνα̣γράψαι δὲ καὶ τὰ
δεδογμένα τῶι δήμωι εἰς στή[λην] λίθου λευκοῦ, ἣν παρ̣α̣στῆσ̣αι τῆι εἰκόν[ι].
40 ἐπεί τε καὶ κατὰ πλῆθος οἱ νέο[ι συν]εληλύθασιν βουλόμενοι τιμῆσαι αὐ-
τὸν χρυσῶι στεφάνωι καὶ εἰκόνι̣ [χα]λ̣κῆι, διαμαρτυροῦντες περ̣ὶ̣ τοῦ ἴσως
καὶ δικαίως ἐν τῆι ἀρχῆι ἀνεστρ[άφ]θαι, καὶ περὶ τούτου γενέσθαι τὴ̣ν συγ-
χώρησιν. γενομένης ἐπιγραφῆ[ς ἐ]π̣ὶ̣ τοῦ βήματ̣ος· "ὁ δῆμος ἐτίμ̣η̣σ[ε]
Μητρόδωρον Ἡρακλέωνος γυμ[να]σιαρχή̣σ̣α̣ντα καλῶς καὶ ἐνδόξως
45 καὶ ἐπιμεληθέντα τῆς τε τῶν ἐφήβων καὶ νέων π̣α̣ι̣δ̣είας τε καὶ κοσμι[ό]-
τητος καὶ τῶν κατὰ τὸ γυμνάσιον προστάντα ἀξίως το̣ῦ̣ κατα̣στήσ̣αν̣-
τος δήμου," ἐπὶ δὲ τῆς ὑπ̣ὸ τ̣ῶ̣ν νέων ἀνα̣[σ]τ̣αθησομ̣έ̣ν̣ης "οἱ νέοι ἐτί-
μησαν Μητρόδωρον Ἡ̣ρακ̣λέωνος δι’ ἀρετὴν κ̣αὶ ἰσότητα, ἣν προσηνέγ-
κατο ἀφηγησάμενος αὑτῶν". ἀποδεῖξαι δὲ καὶ ἄνδρας δύο τῶν̣ π̣ολιτῶν̣ τοὺς
50 ἐσομένους πρὸς τῆι ἐπιμελείαι τῆς τε κατασκευ̣ῆς καὶ ἀναθέσεως τῶν
ἐψηφισμένων.  οἵδε κατεστάθησαν ἐπιμεληταί·
       Εὐβίοτος Εὐβιότου, Μηνόφιλος Μητροδώρου.
Search Help
Contact Us