[ ]
Mys. — Pergamon — 75-50 BC — MDAI(A) 32.1907.257,8 + 35.1910.411,4 — IGR 4.293 — Müller, Dekrete (unpubl., 1997) [13]
col. I.e.1 | [ε]ἰσα̣γγ[ειλά]ντων τ̣ῶ̣[ν στρατηγῶν εἰς τὴν βουλὴν καὶ τὸν δῆμον] |
περὶ τοῦ Διόδωρο[ν Ἡρώιδου Πάσπαρον τὸν ἀρχιερέα καὶ διὰ γένους] | |
ἱερέα τοῦ Διὸς τοῦ μ̣[εγίστου — — — — — — — — — — — — — — πεπρα]- | |
γμένοις εἰς τ[ὴν πατρίδα — — — — — — — — — — — — — — — — — — —] | |
5 | καλῶς καὶ φι[λοδόξως ἀναστραφέντα(?) — — — — — — — — — — — — —] |
πολιτευόμ[ενον — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
ΤΩΣ[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
{²Es fehlen ca. 15 Zeilen.}² | |
a.1 | [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]Σ |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]․Γ̣Υ | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]․ΣΟΥ | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]Λ̣Γ̣Α | |
5 | [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]ΙΜ̣ΝΓΥ |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]τοῖς νέ- | |
[οις — — — — — — — — — — — — — — — — — — — — — — — —]Ι ὑ̣παρχ[ο]ν̣ | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — —]ΙΤΗΣ τοῦ | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]ενον τὸν | |
10 | [— — — — — — — — — — — — — — — — — — — — — — — — — ἐ]νδόξοις καὶ |
[— — — — — — — — — — — — — — — — — — — τῆι εἰς τὸν] δῆμον εὐνοίαι | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — —]ων χρημάτων | |
[— — — — — — — — — τὸ τῶν νέων γυμνάσιον — — — — —]δ̣ι κατεφθαρμέ- | |
[νον — — — — — — — καὶ — — — — — — — — — — — — — —]γεγονὸς ἄχρησ- | |
15 | [τον — — — — — — — — — — — — — — — — — — —]Ιαιως περίπατον κατε- |
[σκευακέναι — — — — — — — — — — — — — — —]Ι καὶ μάλιστα κατὰ τὰς | |
․․․․․ΙΙΕ̣[— — — — — — — — — — — — — — — π]ερίπατον τῆς πάσης ἐπι- | |
․․Τ̣ΕΙΑΣ ἀξίως [— — — — — — — — — — —]ον καλοῦ καὶ εὐσχήμονος τοῦ̣ | |
․․․Τ̣Α πεποιῆσθαι̣ Λ̣[— — — — —]Λ̣ ὑπάρχοντος κονιστηρίου ὄντος π̣ο̣λ̣ὺ | |
20 | [κατ]αδεεστέρου τῆς π̣ε̣[ρὶ τὸ γυμν]άσιον ἀξίας κατεσκευακέναι ἕτερον |
[ἐκ τ]οῦ ἰδίου ποιήσαντα πρὸ αὐτοῦ ἐξέδραν μαρμαρίνην καὶ τὸ παρ’ αὐτὴν | |
[λο]υ̣τρὸν ὁμοίως μαρμάρινον, ἀπογράψαντα καὶ τὴν ἐπ’ αὐτῶι ὀρο- | |
[φὴν] κ̣αὶ τὰ κύκλωι τῶν τοίχων σανίσιν ἐξασφ̣α̣λισάμεν̣ο̣ν, ἐφ’ οἷς | |
[τὸν] δῆμον ἀποδεχόμενον αὐτοῦ τὸ μεγαλομερὲς καὶ μεγαλόψυ- | |
25 | [χον κρί]ν̣ειν πρὸς ταῖς προγεγενημέναις αὐτῶι κ̣αλαῖς καὶ ἐπιφανέ- |
[σιν τιμα]ῖ̣ς καὶ ἄλλα{ι}ς {²⁶ἄλλας}²⁶ ψηφισθῆναι τῶν γινομένων ἀδιαλείπτως εἰς τὴν | |
[πόλιν εὐερ]γεσιῶν ἀξίας πρὸς τὸ πα̣ισὶ παίδων παρ̣αδόσιμ̣ον γενέσθα̣ι | |
[τήν τε τοῦ] Διοδώρου διὰ προγόνων περὶ τῶν τῆς πατρίδος καλῶν καὶ σ̣[υ]μ̣- | |
[φερόντω]ν̣ σπο̣υδὴν καὶ τὴν τοῦ δήμου πρὸς αὐτὸν ἐπὶ δικαίοις τῆς χάρι- | |
30 | [τος ἀπόδοσιν, ἀ]γαθῆι τύχηι δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι ἐπῃνῆσθαί |
[τε αὐτὸν ἐπὶ τ]οῖς προγεγραμμένοις καὶ ἐπὶ τῶι πατροπαράδοτ[ο]ν ἔ̣χ̣ον- | |
[τα τὸ μεγαλο]μερὲς καὶ φιλόδοξον μηδένα καιρὸν παραλείπειν τῶν ․․․ εἰς | |
[τὴν τῆς — —c.12-13— —]ς πόλεως εὐεργεσίαν διηκόντων καὶ στεφανω[θ]ῆναι αὐ- | |
[τὸν χρυσῷ σ]τεφάνῳ ἀριστείῳ, κατασκευασθῆναι δὲ αὐτῶι ἐν τῶι τ̣ῶν νέ- | |
35 | [ων γυμνασ]ί̣ωι καὶ ἐξέδραν, εἰσπορευομένων ἀπὸ τοῦ σκιακοῦ ὡρολογ[ί]ο̣υ |
[εἰς τὴν σ]τοὰν καθ’ ὃν τόπον ἐστὶν ὁ πρῶτος οἶκος, ὑπεγλυθέντος τ̣οῦ τοίχου | |
[καὶ ἀντε]νσταθέντων τῶν τε κιόνων καὶ τῶν παραστάδων μαρμ̣α̣ρίνων, ὁ- | |
[μοίως δ]ὲ καὶ τοῦ ἐπ’ αὐτῶν κόσμου καὶ τῆς εὐθυντηρίας, ἀπογραφε̣ί̣ση̣ς καὶ | |
[τῆς ὀροφῆς] καὶ γενομένου ἐν αὐτῶι(!) θωρακείου τῆς αὐτῆ̣ς λ̣[ιθείας], ἐγδ̣[ό]- | |
40 | [σεως αὐ]τῆς καὶ τῶν ἄλλων ἔργων γενομένης καθ’ ἣν ἀντανῄρηται δια- |
[γραφὴν ὁ ἀρχιτέ]κτων, ἐν ἧι ἀνατεθῆναι αὐτῶι ἄγαλμα μαρμάρινον, ὅπως | |
[οὗ φιλοτιμότατα πρ]ο̣ενόησεν τόπου πλε[ι]όνων ἀναδεξάμενος χρημάτω̣ν | |
[ἀνάλωμα τῆς τε ἐπισκ]ευῆς αὐτοῦ καὶ ἐπιθερα̣πείας ἕνεκεν, ἐν τούτωι κα[ὶ] | |
[αὐτὸς διὰ τούτου] τ̣οῦ ἀγάλματος σύνθρονος ἦ̣ι τοῖς κατὰ παλα̣ίστραν | |
45 | [θεοῖς, γενομένης ἔμπροσθ]εν τοῦ ἀγάλματος ἐπ̣ιγραφῆς, ὅτι %⁹⁸ὁ δῆμ̣ος ἐτίμη- |
[σεν Διόδωρον Ἡρώιδου Πά]σ̣παρον τὸν ἀρχιερέα καὶ διὰ γένους ἱερέα τοῦ | |
[Διὸς τοῦ μεγίστου καὶ δ]ι̣ὰ̣ προγόνων ὑπάρχοντα τῆς πατρίδος εὐεργέ- | |
[την, πάσης φιλοτιμίας ἕνεκεν] καὶ τῆς πρὸς τὴν πόλιν εὐνοίας καὶ | |
[γυμνασιαρχήσαντα καλῶς τῶν τ]ε̣ νέων καὶ πρεσβυτέρων ἐν τοῖς ἐννεα- | |
50 | [καιεικοστοῖς Νικηφορίοις τοῦ στ]εφανίτου ἀγῶνος, ἀ̣χθ̣εῖσιν δὲ πρώτοις |
[μετὰ τὸν πρὸς Μιθραδάτην] πόλεμον, τε[θεικότα κ]αὶ δι’ ἐνιαυτοῦ τοῖς πρε- | |
[σβυτέροις καὶ νέοις τό τε π]ρωινὸν ἄλειμ̣[μα καὶ τὸ δειλινὸν ἐν ὁ]λκείοις Ι | |
[— — — — — — — — — — — — —]․Λ̣Λ̣Α̣Τ̣[— — — — — — — — — — — — — — —] | |
b | {²Es fehlen mehrere Zeilen.}² |
1 | [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]․ |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]․․ | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]ΤΗΣ | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]Ι̣Ε | |
5 | [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]․ΣΑΝ |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]ΜΠΗΝΥ | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]ΕΥΟΝ | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]ΩΝ | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]ΝΕ | |
10 | [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]․Ν |
col. II.ad.1 | [εἰσαγγ]ει̣λ̣άντ̣[ων ⌊τῶν σ⌋τρατηγῶν· ἐπεὶ Διόδωρος Ἡρώιδου ὁ διὰ γένους ἱερεὺς] |
[τοῦ Διὸ]ς τοῦ ⌊μεγί[στου⌋ καὶ ἀρ]χ̣ι̣ερεὺς [ἐμ παντὶ διατελεῖ εὔχρηστον ἑατ]ὸ̣ν παρεχ[ό]- | |
[μ⌊ενος κ]αὶ τὸ⌋ν βέ̣[λτιστο]ν̣ τ̣ρόπον ἀεί τινος ἀγα̣θοῦ γείνεται τῇ πατρίδι | |
[⌊παραίτιο⌋ς] ὑ̣περ̣[τιθ]εὶς μὲν ἑατὸν τῇ πρὸς τὰ κοινὰ σπουδῇ καὶ φιλ⌊οτιμί⌋αι | |
5 | [πάντα δὲ κίνδυν]ο̣ν̣ κ̣α̣ὶ κακοπαθίαν ἀνεκτὴν ἡγούμενος, ἣν εἰς τὸ τοῦ δή- |
[μου καὶ] τ̣οῦ̣ θ̣ρ̣έ̣ψ̣αντος ἐδάφους θήσεται συμφέρον· ἐξ ὧν μαρτυρουμέ̣- | |
[νης τῆς κ]α̣λοκαγαθίας ἀληθινοῖς ἐπιτεύγμασιν θεωρῶν καὶ ὁ δῆμο̣ς ἐπαύ- | |
[ξοντα μὲ]ν αὐτὸν διηνεκῶς τὴν τῶν προγόνων ἀρετήν, διὰ πολλῶν δὲ καὶ με- | |
[γάλων ε]ὐεργεσιῶν ἐναποδικν̣ύμενος τὴν πρὸς τοὺς πολίτας εὔνοιαν, οὐ μό- | |
10 | [νον ὅτι ὡ]ς πρότερον λέγων καὶ πράσσων τὰ συμφέροντα περὶ αὐτῶν κατω̣ι- |
[κονομ]ήσατο κ̣αὶ ἐν τῇ πόλει καὶ ἐπὶ τῆς ξένης, πολυχρονίους ἀναδεξάμενος | |
[ἀποδη]μίας καὶ κινδύνους, ἀλλὰ καὶ ἀφ̣’ οὗ πάρεστιν ἐκ Ῥώμης, εἰς μὲν τὴν κατὰ | |
[τὸν ἴδιο]ν̣ βίον ἐπιμέ⌊λειαν μη⌋δὲ τὸν ἐλάχιστον εἰληφότα καιρόν, πάντα δὲ τοῦ- | |
[⌊τον εἰς τ]ὴν⌋ ὑπὲρ τῶν κ̣ο̣ινῶν πραγμάτων φροντίδα κατα⌊τεθειμένον κα⌋ὶ ἐν | |
15 | [πολλο]ῖς καὶ μεγάλοις εὐεργετηκότα τὴν πό⌊λιν ἐκ τῆς παρὰ τοῖς⌋ ἡγουμένοις |
[ἐντρ]οπῆς, ἀναγκαῖον καὶ δίκαιον ⌊ἡγήσατο μηδ’ αὐ⌋τὸς ἐγ χάριτος ἀποδόσει λει- | |
[φθ]ῆναι, γεινώσκων δὲ ⌊τοῖς ἀγαθοῖς⌋ ἀνδράσιν οὐδὲν μεῖζον ὑπάρχον ἀϊδίου | |
[μ]νήμης, ταύτης μὲν αὐτῷ μετέδωκαν {²sic}² δι’ ὧν ἐψηφίσατο τειμῶν ἔμπροσθεν να- | |
οῖς καὶ ἀγάλμασιν καὶ τῇ καθιερωμένηι πρὸς ἀθανασίαν τιμῇ ἰς αὐτὸν, βουλόμε- | |
20 | νος δὲ καὶ νῦν, δι’ ὧν ἐπινοεῖ καὶ πρόθυμός ἐστιν ποιεῖν, μηδενὸς αὐτὸν ὑστερ̣εῖν |
ὧν ἔχουσιν πρὸς δόξαν οἱ πρότερον γεγονότες τῆς πόλεως εὐεργέται, διὰ τὸ | |
μηδὲ τοῦτον ἔλασσον ἐκείνων εἰς τὴ̣ν τῶν πολιτῶν συμβεβλῆσθαι σωτηρίαν κέ- | |
κρικεν ἀποδ̣εχόμενος αὐτοῦ τὴν ἐν ἅπασιν ὑπὲρ τῶν κοινῶν σπουδὴν καὶ φιλο- | |
τιμίαν ἐμ μὲν πρυτανείωι τὸν ἱεροκήρυκα μετὰ Μάνιον Ἀκύλλιον ἐπεύχεσ- | |
25 | θαι καὶ Διωδώρωι Ἡρώιδου Πασπάρωι εὐεργέτηι, ὁμοίως δὲ καὶ ἐν ταῖς ἀγομέναις |
ὑπὸ τοῦ δήμου τριετηρίσιν καὶ πανηγύρεσιν, ὅταν αἱ σπονδοποιίαι γείνονται ἐν | |
τῷ θεάτρωι· προσφέρεσθαι δὲ αὐτῶι καὶ ἐν τῷ πρυτανείωι τὸν λιβανωτὸν καθό- | |
τι καὶ τῶι πρυτάνει, ἵνα καθάπερ παρὰ τῶν ἡγουμένων οὕτως καὶ παρὰ τῶν θεῶν αἰ- | |
τῆται τῷ δήμωι τἀγαθά̣· ἐπιθύειν δὲ αὐτὸν τὸν λιβανωτὸν ἔν τε ταῖς τριετηρίσιν | |
30 | καὶ πανηγύρεσιν ἐν τῷ θεάτρῳ ἐν ταῖς σπονδοποιίαις προπορευόμενον ἐμ |
μὲν ταῖς τριετηρίσιν μετὰ τοῦ ἱερέως τοῦ Διονύσου, ἐν δὲ ταῖς πανηγύρεσιν | |
μετὰ τοῦ ἀγωνοθέτου· στεφανοῦσθαι δὲ αὐτὸν διὰ παντὸς ἐν τῷ θεάτρωι | |
ἔν τε ταῖς πανηγύρεσιν καὶ τριετηρίσιν καὶ τοῖς λοιποῖς ἀγῶσιν, γενομέ- | |
νης τῆς ἀναγορεύσεως ὑπὸ τοῦ ἱεροκήρυκος τῶν π̣ροεψ̣ηφισμένων αὐτῶι | |
35 | τιμῶν· ποιεῖσθαι δὲ δι̣ὰ παντὸς τὴν ἐπιμέλειαν τούτων ἐμ μὲν τῷ πρυτα- |
νείῳ τὸν πρύτανιν, ἐν δὲ ταῖς τριετηρίσιν τὸν ἱερέα τοῦ Διονύσου, ἐν δὲ ταῖς | |
πανηγύρεσιν τὸν ἀγωνοθέτην, τὸν δὲ γραμματέα τοῦ δ̣ήμου καὶ ἐν τοῖς | |
λοιποῖς ἀγῶσιν ὅπως ὡς ἐν τῷ λοιπῷ χρόνωι γέγονεν τῆς πόλεως ἀγα- | |
θὸς κηδεμὼν, καὶ νῦν ἰσοθέων ἠξιώμενος τιμῶν ἐκτενέστερος γίνη- | |
40 | ται τῇ προθυμίᾳ κομιζόμενος τῶν εὐεργεσιῶν ἀξίας τὰς ἀμοιβάς· ἀγα- |
θῇ τύχῃ καὶ ἐπὶ τῇ πάντων σωτηρίαι· δεδόχθαι τῆι βουλῆι κ⌊αὶ τῶι δ⌋ήμωι, | |
δεδόσθαι τὰς προγεγραμμένας τιμὰς Δ⌊ιοδώρωι⌋ Ἡ̣ρώιδου Πασπάρωι | |
εὐεργέτηι, ἃς καὶ φυλάσσεσ⌊θαι πρὸς⌋ τὸν αἰῶνα ἐπ’ εὐτυχίᾳ καὶ <εἰ>ρήνῃ τῆς πό⌊λεως⌋. | |
Ε̣Ι̣Ι̣ΓΙ̣Ω․․ Στρ̣άτ⌊ωνος⌋ #⁷Ο#⁷Η#⁷#⁷#⁷ΤΕ̣ϹΟ#⁷ΕΛΕΑΙϹΤΝΣΛ․․․Ο̣ϹΤΗΣΔΙΛΙΙΣ̣Ι̣ΙΙ̣ΙΙΣΙΙΛΙϹ#⁷ | |
45 | εἰσαγγειλάντων τῶν στρατηγῶν εἰς τὴν βουλὴν κ̣α̣ὶ τὸν δῆμον περὶ τοῦ |
τῶν πολιτῶν τηρούντων διὰ παντὸς τὸ πρὸς τοὺς τῆς πόλεως γεγονότας | |
εὐεργέτας εὐχάριστον κατ’ ἀξίαν τῶν γεγονότων ἑκάστῳ ψηφιζομένων | |
φιλανθρώπων, Διοδώρου τε τοῦ Ἡρώιδου Πασπάρου τοῦ γυμνασιάρχου πολ- | |
λὰς καὶ μεγάλας δεδωκότος ἀποδείξεις ἐν τοῖς ἀναγκαιοτάτοις καὶ κατε- | |
50 | πείγουσιν καιροῖς τῆς εἰς τὴν πατρίδα φιλοδοξίας τε καὶ εὐνοίας καὶ προσεπευ- |
ξηκότος διὰ τῶν ἀδιαλείπτως ὑπ’ αὐτοῦ συντελουμένων ἐπ’ εὐεργεσίᾳ τῆς πο- | |
λεως τὴν προγονικὴν ἀρετὴν καὶ τὴν περὶ τῶν τῷ δήμῳ συμφερόντων σπουδήν, | |
ἀεί τι καὶ λέγοντος καὶ πράσσοντος ὑπὲρ τῶν τῆς πατρίδος καλῶν καὶ ἐνδόξων, | |
διὸ δὴ καὶ τὸν δῆμον θεωροῦντα τὸ καθ’ ὑπέρθ̣εσιν αὐτοῦ μεγαλομερὲς | |
55 | καὶ φιλόδοξον, καὶ προαιρούμενον τὰς καταξίας ἀρχ[ὰ]ς τῶν τε προπεπραγμέ- |
νων εἰς τὴν πατρίδα δ[ι]ὰ τοῦ παντὸς βίου κατὰ τὸ κάλλιστον καὶ τῶν μόνον οὐκ ἀ- | |
εὶ καθ’ ἡμέραν συντελουμένων ἐπὶ σωτηρίαι καὶ ὁμονοίαι τοῦ πολιτεύματος κρεῖ- | |
ναι, πρὸς ταῖς προγεγενημέναις αὐτῶ̣ι̣ τιμαῖς καὶ ἑτέρας ἐπιφανεστέρας ψηφί- | |
σαι κ̣αὶ πρὸς τὸ δ̣ι̣’ αἰῶνος μνημονευτὴν γενέσθαι τήν τε τοῦ Διοδώρου δικαιο- | |
60 | σύνην καὶ ἀρετὴν καὶ τὸ το̣ῦ δήμου πρὸς αὐτὸν ἐπί τε τοῖς προγεγραμμένοις |
καὶ ἀκμὴν ἐπ’ εὐεργεσίαι διοικουμένοις εὐχάριστον, καὶ ἐπεὶ τοῦ τῶν νέων | |
γυμνασίου κατεφθαρμένου τελείως γενόμενος καθάπερ εἴ τις δεύτερος | |
κτίστης, προενόησεν φιλοτιμότατα τοῦ τε περὶ αὐτὸ κόσμου καὶ τῆς ἐπιθ[ε]- | |
ραπείας καὶ ἐπισκευῆς αὐτοῦ πλειόνων χρημάτων ἀναδεξάμενος ἀνά[λω]- | |
65 | μα, ἐν τούτωι καθιερῶσαι ἄγαλμα μαρμάρινον αὐτοῦ κατασκευασθείσ[ης] |
ἐξέδρας μαρμαρίνης καὶ ἐν αὐτῆι γενομένου θωρακείου ὁμοίως μαρ[μα]- | |
ρίνου ὃν τρόπον τὰ ἐπὶ μέρους δι’ αὐτοῦ τοῦ ψηφίσματος δηλοῦται· ὁ δ̣[ὲ Δι]- | |
όδωρος φυλάσσων τὸ προγονικὸ̣ν ἀξίωμα καὶ κατὰ πάντα τῆι τῶν πατέ[ρων] | |
προαιρούμενος ἐπακολουθεῖν πρὸς πᾶν τὸ καλὸν αἱρέσει, παρελθὼν εἰ̣[ς τὴν] | |
70 | ἐκκλησίαν οὖσαν ἀρχαιρετικὴν, τὴν μὲν τιμὴν ἔφησεν ἀποδέχεσθα[ι τόν] |
τε δῆμον τοῦ εἰς αὐτὴν δαπανήματος παραλύσας αὐτὸς αὐτὴν [ἐπι]- | |
τελέσειν, ποιούμενος ἐκ τοῦ ἰδίου τὰ δα̣πα̣νήματα, β̣ουλόμενος [δὲ τὴν] | |
ἔ̣γδοσιν τῶν ἔργων ποιεῖσθαι κατὰ τὴν ὑπογεγραμμένην διαγραφὴν̣ [— — —] | |
[— — —] ο̣ἱ μὲν̣ πρ̣ογραψάμενοι ἐπα̣[νε]ν̣εγκεῖν τόδε τὸ ψήφισμα ἐφ̣’ [— — —] | |
75 | [— — —]#⁷․․ΤΙΣ̣ τὰ μὲν̣ Λ̣[—c.7-8—]ΕΙ κύρια κατὰ τῶν ποιησα#⁷[— — —] |
[— — — —]Ε̣․Ι․․Π̣Ο̣Τ̣Ο̣․․․Ι̣Ο̣․․[— —c.10-11— — το]ῦ̣ πρότερον ψηφίσμα[τος — — —] | |
[— — — — — — — — — — — — — — — — — — — — ἐκ τῶν ἰ]δ̣ίων καὶ ἄγαλ̣[μα — — —] | |
[— — — — — — — — — — — — — — — — — — — — — — γυμν]α̣σ̣ιάρχου ΤΟ[— — —] | |
[— — — — — — — — — — — — — — — — — — — — — —]Ν̣ΕΩΣΑ̣[— — —] | |
bc | {²Es fehlen mehrere Zeilen.}² |
1 | ․ΕΣΘΕΙΣ․[— — — — — — — — — — — — — — — — — — — — — — — — — —] |
τῶν τιμῶν ․[— — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
ται δὲ τὴν ἀν[— — — — — — — — — — — — — — — — — — — — — — — —] | |
τε ἰδίων αὐτο[— — — — — — — — — — — — — — — — — — — — — — — —] | |
5 | ἄλλων συγγενῶ[ν — — — — — — — — — — — — — — — — — — — — — —] |
ὧν ἂν δοκιμάζῃ Ο#⁷[— — — — — — — — — — — — — — — — — — — — —] | |
τῶν ὑπὸ τοῦ πατρὸς α[ὐτοῦ — — — — — — — — — — — — — — ἀγαθῆι] | |
τύχηι δεδόχθαι τῆι β[ουλῆι καὶ τῶι δήμωι — — — — — — — — — —] | |
σαι τὰ διὰ τοῦ ψηφίσμα[τος — — — — — — — — — — — — — — — — —] | |
10 | Ἀπολλωνι[— — — — — — — — — — — — — — — — — — — —] |
εἰσαγγειλάν̣των τῶν στρατ̣[ηγῶν εἰς τὴν βουλὴν καὶ τὸν δῆμον περὶ τοῦ] | |
Διόδωρον Ἡρώιδου Πάσπαρ[ον — — — — — — — — — — — — — — — — —] | |
ἀρχὴν ἀξίως τῆς τε πόλεως κα[ὶ — — — — — — — — — — — — — — —] | |
τα δὲ καὶ τοῦ περὶ τὸ γυμνά̣σ̣ιον κόσ[μου — — — — — — — — — εὐ]- | |
15 | εργέτας τιμῆς τὸν πάντ[α] ποιούμενο̣[ν — — — — — — — — — — —] |
ἐκ τοῦ ἰδίου καὶ τὰ κατὰ τ[ο]ὺς ἀγῶνας [— — — — — — — φιλο]- | |
δόξως ἐμφανίζειν περὶ τοῦ [κ]αθιδρυμένου̣ [ἀγάλματος — — — —] | |
κ̣α̣ὶ Φιλεταίρου τοῦ Εὐεργέ̣του καὶ τοῦ ΑΝ̣[— — — — — — — — — —] | |
[Ἀττάλου τοῦ Φιλ]ομήτορ̣ο̣[ς] β̣ασιλέως κατε̣[— — — — — — — —] | |
20 | [— — — — — — — — — — — — — — ἐ]πιθεραπείαν π̣[— — — — — — —] |
[— — — — — — — — πρὸ]ς τοὺς γεγον[ότας — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — —]Ε̣ τὴμ πᾶσαν Ε[— — — — — — — —] | |
[— — — — — — — — — — — — — — — —]ΤΙΜΙΑΕΝΤ̣[— — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — —]ΤΩ[— — — — — — — — — —] |