[ ]
Mys. — Pergamon — 2nd c. BC (bef. 133 BC) — OGIS 483; Klaffenbach, Abh.Berlin 1953,6 [1954] — *SEG 13.521
| 1 | — — —c.38— — —ς ἀστυνόμων τὸν βασιλικὸν νόμον ἐκ τῶν ἰδίων ἀνέθηκεν. |
| col. I | |
| {²propter fracturam deficiunt 33 versus.}² | |
| 2 | [— — — ἐπισκοπείτωσαν καὶ ἐπικρεινέτ]ω- |
| [σαν, καθ’ ἃ ἂν αὐτοῖς φαίνητα]ι̣ δίκαιον | |
| [εἶναι. καὶ ἐὰν] μηδ’ οὕτως πείθωνται, | |
| 5 | [οἱ μὲν] στρατηγοὶ ζημιώσαντες αὐτοὺς |
| [τῆ]ι̣ ἐκ τοῦ νόμου ζημίαι παραδότωσαν | |
| τῶι πράκτορι πράσσειν. οἱ δὲ ἀστυνόμοι | |
| ἔκδοσιν ποιησάμενοι τῆς ἀποκαταστά- | |
| σεως {εως} τοῦ τόπου εἰς τὰ ἐξ ἀρχῆς ἐ- | |
| 10 | ν ἡμέραις δέκα, τὸ διάφορον πράξαν- |
| τες ἡμιόλιον παρὰ τῶν ἀπειθούντων | |
| ἀποκαταστησάτωσαν τοῖς μὲν ἠργο- | |
| λαβηκόσιν τὸ ἐπιβάλλον, τὸ δὲ λοιπὸν | |
| τοῖς ταμίαις. ἐὰν δὲ μὴ ποιήσωσιν οἱ | |
| 15 | ἀστυνόμοι καθάπερ ὁ νόμος προστάσ- |
| σει, τὴν μὲν ἔκδοσιν ποιείσθωσαν οἱ | |
| στρατηγοί, τὸ δὲ {λοιπὸν} διάφορον τῆς | |
| ἐκδόσεως πραχθήτωσαν οἱ ἀστυνό- | |
| μοι καὶ ἐκτὸς ἀποτεινέτωσαν ζημί- | |
| 20 | ας δραχμὰς ἑκατόν. πραξάτωσαν δὲ |
| αὐτοὺς οἱ νομοφύλακες παραχρῆμα. | |
| κατὰ ταὐτὰ δὲ γεινέσθω καὶ ἐπὶ τῶν | |
| ἄλλων τῶν ἀπειθούντων. ἔστωσαν | |
| δὲ τῶν κατὰ τὴν χώραν ὁδῶν αἱ μὲν | |
| 25 | λεωφόροι μὴ ἐλάσσους τὸ πλάτος πη- |
| χῶν εἴκοσιν, αἱ δὲ ἄλλαι μὴ ἐλάσσους | |
| πηχῶν ὀκτώ, ἐὰν μή τινες κατὰ τὰς | |
| γειτνιάσεις ἕνεκεν τῆς πρὸς ἀλλήλους | |
| διόδου ἀτραποῖς χρῶνται. παρεχέσθωσαν | |
| 30 | δὲ καθαρὰς καὶ πορευσίμους τὰς ὁδοὺς |
| [οἱ τ]ὰ κτήματα κεκτημένοι παρὰ τὰς ὁ- | |
| [δοὺς καὶ] τὴν γειτνίασιν ἕως σταδίων | |
| [․․․․ συνει]σφέροντες καὶ συνεπισκευ- | |
| [άζοντες. καὶ] ἐ̣ὰν ἀπε[ιθῶσιν, ἐν]εχυραζέτ[ω]- | |
| 35 | [σαν αὐτοὺς οἱ — — —] |
| 35a | — — — |
| col. II.36 | — — — — — — — — — — — — — — — —ΩΝΗ |
| — — — — — — — — — — — — — — —ΩΝΑΛ | |
| — — — — — — — — — — — — — — — —ΕΥΜΕ | |
| — — — — — — — — — — — — — — —#⁷ΤΩΙ | |
| 40 | — — — — — — — — — — — — — — — —ΕΝΟΥ |
| — — — — — — — — — — — — — — — —ΥΠΑ | |
| — — — — — — — — — — — — — — — —#⁷ΑΡ | |
| — — — — — — — — — — — — — — — —ΙΕΣ | |
| — — — — — — — — — — — — — — — — —Υ | |
| 45 | — — — — — — — — — — — — — — — —Π̣ΑΡ |
| — — — — — — — — — — — — — — — — — — | |
| — — — — — — — — — — — — — — —ΕΡΑ․․․ | |
| [— — — — — — — — — — τοὺς δ’ ἐ]κβεβλη- | |
| [κότας ․․c.7․․ οἱ ἀμφοδάρχα]ι̣ ἀναγκα- | |
| 50 | [ζέτωσαν ἀνακαθαίρειν τὸν τ]όπον, καθ’ ἃ |
| [ὁ νόμος προστάσσει. εἰ δὲ μ]ή, προσαγγελ- | |
| [λέτωσαν τοῖς ἀστυνόμοις]. οἱ δὲ ἀστυνό- | |
| [μοι ἐκδότωσαν μετὰ τοῦ ἀ]μφοδάρχου καὶ | |
| [τὸ γενόμενον ἀνάλωμα] πραξάτωσαν | |
| 55 | [τοὺς ἀπειθοῦντας παραχρ]ῆμα καὶ ζημι- |
| [ούτωσαν δραχμαῖς δέκα(?). ἐ]ὰν δέ τις τῶν ἀμ- | |
| [φοδαρχῶν μὴ ποιήσηι τι τ]ῶν προγεγραμμέ- | |
| [νων, ζημιούσθω ὑπὸ τ]ῶν ἀστυνόμων κα- | |
| [θ’ ἕκαστον ἀτάκτημα δ]ραχμαῖς εἴκοσιν. τὰ | |
| 60 | [δὲ ἀεὶ γεινόμενα δ]ιάφορα ἐκ τῶν ἐπιτί- |
| [μων ἀποδιδόσθω]σαν ἐκ μηνὸς εἰς μῆ- | |
| [να τοῖς ταμίαις κ]αὶ ὑπαρχέτω[σ]αν, ἐὰν | |
| [χρεία γείνηται(?)], εἰς τὴν ἀνακάθαρσ[ι]ν | |
| [τῶν ὁδῶν(?), εἰ]ς δὲ ἄλλο μηθὲν μεταναφε- | |
| 65 | [ρέσθω. τῆ]ς δὲ πράξεως καὶ τῶν ἄλλων |
| [πάντ]ων ἐπιμε[λ]είσθωσαν οἱ ἀστυνόμοι. | |
| [ἐὰ]ν δέ τι μὴ ποιήσωσιν οὗτοι τῶν γεγραμ- | |
| μένων, ζημιούσθωσαν ὑπὸ τῶν στρατη- | |
| γῶν καὶ τοῦ ἐπὶ τῆς πόλεως καθ’ ἕκαστον | |
| 70 | ἀτάκτημα δραχμαῖς πεντήκοντα καὶ κα- |
| τατασσέσθω καὶ αὕτη ἡ ζημία εἰς τὰ προγε- | |
| γραμμένα. vvv χοός vvv ἐάν τινες ἐν ταῖς | |
| ὁδοῖς χοῦν ὀρύσσωσιν ἢ λίθους ἢ πηλὸν ποι- | |
| ῶσιν ἢ πλίνθους ἕλκωσιν ἢ μετεώρους | |
| 75 | ὀχετοὺς ποιῶσιν, κωλυέτωσαν αὐτοὺς |
| οἱ ἀμφοδάρχαι. ἐὰν δὲ μὴ πείθωνται, ἐ〚σ〛- | |
| παν<γ>ελλέτωσαν {²⁶ἐπανγελλέτωσαν}²⁶ τοῖς ἀστυνόμοις. οὗτοι | |
| δὲ ζημιούτωσαν τὸν ἀπειθοῦντα καθ’ ἕ- | |
| καστον ἀτάκτημα δραχμαῖς πέντε καὶ | |
| 80 | ἀναγκαζέτωσαν τά τε ἄλλα ἀποκαθιστά- |
| ναι εἰς τὰ ἐξ ἀρχῆς καὶ τοὺς ὀχετοὺς κρυ- | |
| πτοὺς ποιεῖν. ἐὰν δὲ μηδ’ οὕτω πειθαρχῶ- | |
| σιν οἱ ἰδιῶται, ἔκδοσιν ποιείσθωσαν ἐν ἡ- | |
| μέραις δέκα καὶ τὸ γενόμενον ἀνάλωμα | |
| 85 | πραξάτωσαν παρὰ τῶν ἀπειθούντων ἡμιό- |
| λιον. ὁμοίως δὲ καὶ τοὺς προϋπάρχοντας ὀχε- | |
| τοὺς ἐπαναγκαζέτωσαν κρυπτοὺς ποι- | |
| εῖν. ἐὰν δέ τι τούτων μὴ ποιήσωσιν οἱ ἀ- | |
| στυνόμοι, αὐτοὶ ἔνοχοι ἔστωσαν ταῖς ἴσαις | |
| 90 | ζημίαις. vvvvv πράξεως vvvv ἐάν τινες |
| μὴ ἀποδιδῶσιν τῶν κοινῇ ἀνακαθαρθ<έ>ν- | |
| των ἀμφόδων τὸ γεινόμενον μέρος τῆς | |
| ἐκδόσεως τῶν κοπρίων ἢ τῶν ἐπιτίμων, | |
| λαμβανέτωσαν αὐτῶν οἱ ἀμφοδάρχαι | |
| 95 | ἐνέχυρα καὶ τιθέσθωσαν ἐνεχυρασίαν |
| πρὸς τοὺς ἀστυνόμους αὐθημερὸν ἢ τῆι ὑ- | |
| στεραίαι καί, ἐὰν μηθεὶς ἐξομόσηται τὰ ἐ- | |
| νεχυρασθέντα ἐν ἡμέραις πέντε, πωλεί- | |
| τωσαν αὐτὰ ἢ ἐν φράτρηι ἢ ἐν τῆι ἀγορᾷ πλη- | |
| 100 | θυούσῃ συνπαρόντων τῶν ἀστυνόμων |
| καὶ τὸ μὲν γεινόμενον κομι<ζ>έσθωσαν | |
| — — — ἀπο․2-3․ΟΣΜ̣— — — | |
| — — — | |
| col. III.103 | ἐπισκοπείτωσα[ν κ]αί, ἐὰν φαίνωντα[ι] |
| αὐτοῖς ἐπισκευά[σι]μοι εἶναι, ἐπισκευ- | |
| 105 | αζέτωσαν οἱ κεκτημένοι. ἐὰν δέ τι- |
| νες αὐτῶν μὴ βούλωνται, ἐκδότωσαν | |
| οἱ ἀστυνόμοι μετὰ τοῦ προαιρουμένου τῶν | |
| βλαπτομένων. τοῦ δὲ γενομένο[υ ἀ]ναλώ- | |
| ματος πραξάτωσαν παραχρῆμα παρὰ | |
| 110 | μὲν τοῦ ἀπειθοῦντος τὰ τρία μέρη, παρὰ |
| δὲ τοῦ ἄλλου τὰ δύο καὶ ἀποκα[τ]αστησά- | |
| τωσαν τοῖς ἠργολαβηκόσι[ν]. τῶν δὲ δε- | |
| ομένων ἐπισκευῆς κοινῶ[ν] τοίχων | |
| ἢ καταπεσόντων, ἐὰν μὲν ὅλοις τοῖς τοί- | |
| 115 | χοις ὁμοίως οἱ γείτονες χρῶνται, τὸ ἴσον |
| εἰσφ[ε]ρέτωσαν εἰς τὴν οἰκοδομίαν. ἐ- | |
| ὰν δὲ ὁ μ̣ὲ̣ν προσοικῇ πρὸς τῶι τοίχωι, ὁ | |
| δὲ ὑπα[ίθ]ρωι χρῆται, εἰσφερέτωσαν | |
| εἰς τὴ[ν] οἰκοδομίαν ὁ μὲν προσοικῶν | |
| 120 | τὰ δύο μέρη, ὁ δὲ ὑπαίθρῳ χρώμενος τὸ |
| τρίτον. ὁμοίως δὲ ἀποτινέτωσαν καὶ | |
| ἐὰν ὁ μὲν ὑπερῶιον οἴκημα πρὸς αὐτῶι | |
| ἔχῃ, ὁ [δ]ὲ ἁπλοῦν. ἔστω δὲ περὶ μὲν τ<ῶ>ν | |
| κοινῶν τοίχων ὑπὲρ τοῦ καταφθεί- | |
| 125 | ροντος πρόσκλησις πρὸς τοὺς ἀστυνό- |
| μους καί, ἐὰν φαίν<ω>νται ἔνοχοι ὄντες | |
| κρίσει νικηθέντες, ἀποτινέτωσαν | |
| τὴν βλάβην αὐτῶν. μὴ ἐξουσία δὲ ἔστω | |
| ἐπὶ τοὺς κοινοὺς τοίχους μήτε ἐποικο- | |
| 130 | δομεῖν μήτε διορύσσειν μήτε ἄλλο κα- |
| ταβλάπτειν μηθέν, ἐὰν μὴ πείσωσιν | |
| τ[οὺς] κυρίους. ὅσοι δὲ τοῖχοι πρόσχωροι ὄν- | |
| τες [β]λάπτουσιν τοὺς ἐνοικοῦντας, ἐὰν βού- | |
| λω[ν]ται αὐτοῖς οἱ κύριοι ὑπαίθροις οὖσιν τὰ | |
| 135 | πρὸς τοὺς γείτονας περιστάσεις ποιεῖν, |
| μηθὲν βλάπτοντες τοὺς γείτονας μὴ κω- | |
| λυέ[σθωσα]ν πο[ι]εῖν τὸ πλάτος μὴ πλεῖον | |
| πήχεως καὶ στεγάζοντες αὐτὰς παραχρῆ- | |
| μα γείσεσιν λιθίνοις, τοῦ ἐκτὸς τοίχου τῆς | |
| 140 | περιστάσεως οἰκοδομηθέντος ἀσφα- |
| λῶς, ἐὰν μὴ πέτραι ᾖ, οὗ τὰ γείση ἐπιτεθήσε- | |
| ται. μὴ ποιείτωσαν δὲ στεγά[ζον]τες ὑψη- | |
| λότερον τὸ ἔδαφος τοῦ λοιποῦ ὑπαίθρου | |
| πλὴν ὅσον ὕδατι ἀπόρρουν. κύριοι δὲ ἔστω- | |
| 145 | σαν τῶν μὲν περιστάσεων οἱ ποιήσαντες, |
| τῶν δὲ ἐπ’ αὐτῶν τόπων, ὅταν στεγασθῶ- | |
| σιν, οἱ γείτονες εἰς μηθὲν χρώμενοι, ἐξ οὗ | |
| καταβλάψουσιν τοὺς ἀλλοτρίους τοίχους. | |
| ποιείτωσαν δὲ τὰς εἰσόδους τῶν περιστά- | |
| 150 | σεων ἐκ τῶν ἰδίων οἰκιῶν. ἐὰν δὲ ἀδύνα- |
| τον ᾖ κρείνοντος τοῦ ἀρχιτέκτονος μετὰ | |
| τῶν ἀστυνόμων, διδότωσαν οἱ γείτονες | |
| τὴν εἴσοδον τοῖς εἰσπορευομένοις ἕνεκεν | |
| ἀνακαθάρσε<ω>ς, ὁμοίως δὲ καὶ ἐὰν πτώμα- | |
| 155 | τος γενομένου ἐπισκευῆς προσδέωνται. |
| ὑπὲρ δὲ τῶν κατ’ ἐπηρεασμὸν εἰσπορευ- | |
| ομένων ἐπικρείνοντες οἱ ἀστυνόμοι, ἐὰν | |
| καταλαμβάνωσιν, ζημιούτωσαν αὐτὸν | |
| δραχμαῖς πέντε. μηθεὶς δὲ πρὸς ἀλλοτρί- | |
| 160 | ωι ἢ κοινῶι τοίχωι μήτε ὀρύγματα ποιείτω |
| μήτε πιθάκνας ἱστάτωι μήτε φυτευέτωι | |
| μήτε ἄλλο ποιείτωι μηθέν, ἐξ οὗ καταβλά- | |
| ψει τ<ὸ>ν τοῖχον. εἰ δὲ μή, ἐὰν ἐνκαλῇ ὁ κύριος, | |
| οἱ ἀστυνόμοι ἐπισκοπείτωσαν καὶ ἐπικρει- | |
| 165 | νέτωσαν, καθ’ ἃ ἂν αὐτοῖς φαίνηται δίκαιον |
| εἶναι. καὶ ὅσοι δ’ ἂν τοῖχοι τῶν ἀλλοτρίων οἰκι- | |
| ῶν μέλλοντες καταπείπτειν, προφ[ηνάν]- | |
| των <τῶν> γειτόνων τὴν βλάβην ․․․․․․10-13․․․․․․ | |
| ρα γεινομέ[ν]η̣ ἐπι․․․Α̣Σ̣— — — | |
| 169a | — — — |
| 170 | [— — — — — — — — — — — — — — ἀναγ]- |
| col. IV.171 | καζέτωσαν ἐκκαθαίρειν τοὺς ὑπονόμους. |
| vvvv κρηνῶν vvvv περὶ τῶν ἐν τῆι πόλει | |
| καὶ τοῖς προαστίοις κρηνῶν ἐπιμελὲς γεινέσ- | |
| θω τοῖς ἀστυνόμοις, ὅπως καθαραί τε ὦσιν | |
| 175 | καὶ οἱ εἰς αὐτὰς ὑπόνομοι εἰσάγοντες καὶ ἐ- |
| ξάγοντες τὸ [ὕ]δωρ εὔρους ὑπάρχωσιν. ἐὰν | |
| δέ τιν<ε>ς ἐπισκ[ε]υῆς προσδέωνται, προσαγ- | |
| γελλέτωσαν τοῖς στρατηγοῖς καὶ τῶι ἐπὶ | |
| τῶν ἱερῶν προσόδων, ὅπως διὰ τούτων γεί- | |
| 180 | νωνται αἱ ἐκδόσεις. μηθενὶ δὲ ἐξουσία ἔ- |
| στω ἐπὶ τῶν δημοσίων κρηνῶν μήτε | |
| κτῆνος ποτίζειν μήτε ἱμάτια πλύνειν | |
| μήτε σκεῦος μήτε ἄλλο ἁπλῶς μηθέν. | |
| ὁ δὲ τούτων τι ποιήσας, ἐὰν μὲν ἐλεύθε- | |
| 185 | ρος ᾖ, τῶν τε κτηνῶν καὶ ἱματίων καὶ |
| τῶν σκευῶν στερείσθω καὶ αὐτὸς ζη- | |
| μιούσθω δραχμαῖς πεντήκοντα, ἐὰν δὲ | |
| οἰκέτης, ἐὰν μὲν μετὰ τῆς τοῦ κυρίου γνώ- | |
| μης ποιήσῃ τι τούτων, ὁμοίως στερέσθω καὶ | |
| 190 | αὐτὸς μαστιγούσθω ἐν τῶι κύφωνι πληγαῖς |
| πεντήκοντα, ἐὰν δὲ ἄνευ τῆς τοῦ κυρίου γνώ- | |
| μης, ὧν μὲν ἂν ἔχῃ στερέσθω, μαστειγω- | |
| θεὶς δὲ ἐν τῶι κύφωνι πληγαῖς ἑκατὸν δε- | |
| δέσθω ἐν τῶι ξύλωι ἡμέρας δέκα καί, ὅταν | |
| 195 | ἀφείηται, ἀφειέσθω μαστειγωθεὶς μὴ ἐλά<σ>- |
| σοσιν πληγαῖς πεντήκοντα. ἔστω δὲ τῶν ἄλ{ι}- | |
| λων {²⁶ἄλλων}²⁶ τῶι βουλομένωι ἐπίληψις τῶν κακουρ- | |
| γούντων περὶ τὰς κρήνας, καὶ ὁ ἀναγαγὼν ἢ ἀ- | |
| νενέγκας ἐπὶ τοὺς ἀστυνόμους τὰ ληφθέντα | |
| 200 | μεριζέσθω τοῦ γεινομένου ἐξ αὐτῶν διαφό- |
| ρου τ<ὸ> ἥμισυ, τὰ δὲ λοιπὰ κατατασσέσθω εἰς τὴν | |
| ἐπισκευὴν τοῦ τῶν Νυμφῶν ἱεροῦ. | |
| vv φρεάτ{ρ}ων {²⁶φρεάτων}²⁶ v οἱ καθεσταμένοι ἀστυνόμοι | |
| τὰς ὑπαρχούσας ἐν ταῖς οἰκίαις δεξαμεν[ὰ]ς | |
| 205 | ἀναγραφόμενοι ἐν τῶι Πανθείωι μηνὶ τι- |
| θέσθωσαν τὴν γραφὴν πρὸς τοὺς στρατηγοὺς | |
| καὶ ἐπιμελείσθωσαν, ἵνα οἱ κύριοι στεγνὰς | |
| παρέχωνται καὶ μηδεμία τῶν προϋπαρχου- | |
| σῶν ἐνχωννύηται. εἰ δὲ μή, τοὺς τούτων τι | |
| 210 | ποιοῦντας ζημιώσαντες καθ’ ἑκάστην δε- |
| ξαμενὴν δραχμαῖς ἑκατὸν πραξάτωσαν | |
| [καὶ ἀνα]γκαζέτωσαν ἐκκαθᾶραι. καὶ εἴ τινες | |
| δὲ πρότερον ἐνκεχωσμέναι εἰσίν, παραν- | |
| γελλέτωσαν τοῖς κυρίοις, ὅπως ἐκκαθαίρω- | |
| 215 | σιν ἐν μησὶν ὀκτώι. ἐὰν δὲ μὴ ποιήσωσι, πρά- |
| ξαντες καὶ τούτους τὴν αὐτὴν ζημίαν ἐπαναγ- | |
| καζέτωσαν ἐκκαθαίρειν. τὰ δὲ γεινόμενα δι- | |
| άφορα τῶν ζημιῶν ἀποδιδόσθωσαν ἐκ μηνὸς | |
| εἰς μῆνα τοῖς ταμίαις καὶ ὑπαρχέτωσαν εἰς τὴν | |
| 220 | ἀνακάθαρσιν καὶ κατασκευὴν τῶν δεξαμε- |
| νῶν, εἰς δὲ ἄλλο μηθὲν μεταφερέσθω. ὅσοι | |
| δ’ ἂν φρέατα κεκτημένοι μὴ π[οιοῦ]ντες στε- | |
| γνὰ βλάπτωσιν τοὺς γείτονας, ἐ[πανα]γκαζέ- | |
| τωσαν αὐτοὺς οἱ ἀστυνόμοι ζημ[ιοῦντες], καί, ἐ- | |
| 225 | άν τινες διὰ ταῦτα γείνωνται καταδίκ[αι, πρά]- |
| ξαντες οἱ ἀστυνόμοι ἀποδότωσαν τοῖς β[λα]- | |
| πτομένοις. ὅσοι δ’ ἂν τῶν ἀστυνόμων μὴ | |
| θῶνται τὴν ἐφ’ ἑαυτῶν γραφὴν τῶν φρε- | |
| άτων εἰς τὸ ἀρχεῖον ἢ μὴ ποιήσωσιν καθ’ ἃ̣ | |
| 230 | ὁ νόμος προστάσσει, πραξάτωσαν αὐτοὺς οἱ |
| νομοφύλακες δραχμὰς ἑκατὸν καὶ κατα- | |
| ταξάτωσαν εἰς τὰς αὐτὰς προσόδους. | |
| v ἀφεδρώνων v οἱ ἀστυνόμοι ἐπιμέ- | |
| λειαν ποιείσθωσαν τῶν τε δημοσίων ἀφε- | |
| 235 | δρ[ών]ων καὶ τῶν ἐξ αὐτῶν ὑπονόμων καί, |
| [ὅσοι ἂν μὴ] στεγνοὶ ὑπάρχωσιν καὶ τῶν τ․ | |
| ․․․․c.12․․․․#⁷ αὐτοῖς ․․4-5․․Σ․․c.6․․ΗΡΓ#⁷ | |
| — — — |