[ ]
Boiotia — Thespiai — 1st c. AD — BCH 26 (1902) 298,18
| 1 | ὁ δῆμος Ἀρίστωνα Φιλείνου |
| ἄριστα πολειτευσάμενον καὶ | |
| τὰς ἀρχὰς πάσας τελέσαντα | |
| καλῶς καὶ ἄρξαντα ἴσως καὶ δι- | |
| 5 | καίως ἀγωνοθετήσαντα δὲ Ἐρω- |
| τιδήων καὶ Καισαρήων καὶ Μουσήων | |
| καὶ Σεβαστῆς Ἰουλίας, θεοῖς. |