Manumission record with consecration to Asklepios.  Stone block, reused in the construction of a late Roman tower.
[ ] Epeiros — Bouthrotos (Butrint) — after 163 BC
1 ἀγαθᾶι τ[ύχ]αι καὶ ἐπὶ σωτη[ρίαι]·
στραταγοῦντος τῶν Πρασαιβῶν καὶ ἱερεύ-
οντος τοῦ Ἀσκλαπιοῦ Νικάνορος Μετωρέος,
μηνὸς Ἀγριανίου, ἀφῆκε ἐλεύθερον Λυσίμαχος
5 Ἀνδρονίκου Χέρριος κα[τ]ὰ τὸν τῶν ἀτέκνων νόμον
Ἀγέλοχον καὶ ἀνέθηκε ἱερὸν τῶι Ἀσκλαπιῶι ἀνέφαπτον·
μάρτυρες Λάμιος Φιλιππίδα Αἰ̣γόρριος, Ἀπολλώνιος Νικομάχου
Ἀνχεροπαῖος, Ἀνάξανδρος Κεφάλου Κάμμηος.
Search Help
Contact Us