Manumission record with consecration to Asklepios.  Stone block in the analemma of the western parodos of the theater.
[ ] Epeiros — Bouthrotos (Butrint) — after 163 BC
1 ἐπὶ ἱερέος Μυρτίλου Δρυ-
μίου, μηνὸς Γαμιλίου, ἀ[φίε]ν-
τι ἐλεύθερον καὶ ἀνατίθεν[τ]ι
ἱερὸν Νικόστρατος Νικάνο[ρ]ος,
5 Νικάνωρ Νικοστράτου, Φιλότας
Ἀρίστωνος, Φειδέτα Σωτίωνα·
μάρτυρες Σωτήριχος Ἀπολλοφάνεος,
Ἀλέξανδρος Πύρρου, Φιλοκράτης
Ὠφελίωνος·
10 Σωσίπατρος Φιλίππου, Νικίας
Σωσιπάτρου, Σωσίπατρος, Παμφίλα
Ζήνωνα·
Σώπατρος Σωσιπάτρου, κατὰ τὸν τῶν
ἀτέκνων νόμον Σωσίπολιν·
15 Τίτος Ὄρ̣φιος, Ἀμμί̣α κατὰ τὸν τῶν
ἀτέκνων νόμον Στάτιον·
Τάτιον Διογένους, Πραξίλ̣ας
Διογένους, Φαινὼ Παμφίλαν.
Search Help
Contact Us