Proxeny decree of the koinon of the Prasaiboi for Chairias, son of Dioskouridas, from Teos. Stone block in the analemma of the western parodos of the theater.
[ ]
Epeiros — Bouthrotos (Butrint) — after 163 BC (ca. 136 BC?) — Actes du colloque 1972 sur l'esclavage (1974) 164, 32 — SEG 38.489 — SEG 50.546
[— — — — — — — — — ? — — — — — — — —] | |
διαλεγέντος Σωκλέος τοῦ Γλαυκία Ἐσσυρίου | |
περὶ προξενίας Χαιρίαι τῶι Διοσκουρίδα Τηΐωι, | |
καὶ ἀπολογισαμένου ἃν ἔχων εὔνοιαν διατελεῖ | |
εἰς τὸ κοινὸν τῶμ Πρασαιβῶν καὶ διότι ποτιλαμφθεὶς | |
5 | ἐπιστάτας ὑπὸ Ἀντιπάτρου τοῦ Ἀρχία ὑοῦ τὰν πᾶσαν |
ἐπιμέλειαν μετ’ εὐνοίας ἔν τε τᾶι τέχναι καὶ τᾶι ἄλ- | |
λαι ἀναστροφᾶι εἰς Ἀντίπατρον ποιεῖται, ἔδοξε | |
τᾶι βουλᾶι καὶ τᾶι ἐκκλησίαι τῶμ Πρασαιβῶν ἐπαινέ- | |
σαι ἐπί [τε τᾶι] ε[ὐ]νοία[ι τᾶ]ι εἰς τοὺς Πρασαιβοὺς καὶ ἐπὶ | |
10 | τᾶι εἰς Ἀντίπατρον ἐπιμελείαι μετ’ εὐνοίας, πρόξενόν |
τε εἶμεν καὶ εὐεργέταν τῶμ Πρασαιβῶν Χαιρίαν Διοσκου- | |
ρίδα Τήϊον καὶ αὐτὸν καὶ ἐκγόνους, ὑπάρχειν τε αὐτῶι καὶ | |
ἐκγόνοις καὶ γᾶς καὶ οἰκίας ἔγκτασιν ἐμ Πρασαιβίαι καὶ ἀσφάλει- | |
αν καὶ αὐτοῖς καὶ χρήμασιν καὶ πολέμου καὶ εἰράνας, τὰ | |
15 | ἀπὸ Πρασαιβῶν, καὶ ἀτέλειαν καὶ ἐντέλειαν καὶ τὰ |
ἄλλα τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις | |
καὶ εὐεργέταις γέγραπται. |