Proxeny decree of the koinon of the Prasaiboi for Lasthenes, son of Eunomos, from Knossos.  Stone block in the analemma of the western parodos of the theater.
[ ] Epeiros — Bouthrotos (Butrint) — ca. 150 BC? — StudHist 3,2 (1966) 156, 10 — Actes du colloque 1972 sur l'esclavage (1974) 130, 10 — SEG 38.480; cf. 48.679
1 στραταγοῦντος Πρασαιβῶν Ταυρίσκου Χερρ%⁸⁰ίο[υ], προ-
στατοῦντος δὲ Σωσάνδρου Δρυμίου, διαλεγέντος Διογένε-
ος τοῦ Φιλώτα Βουθρωτίου, περὶ προξεν<ί>ας Λασθένει Εὐνόμου Κνω-
σίωι καὶ ἀπολογιξαμένου ὅσα εὔχρηστα πεποιήκει αὐτῶι τε
5 καὶ τοῖς παραγινομένοις εἰς Κνωσόν, ἔδοξε τᾶι βουλᾶι καὶ τᾶι ἐ[κ]-
κλησίαι τῶν Πρασαιβῶν εἶμεν πρόξενον Λασθένη Εὐνόμου
καὶ αὐτὸν καὶ ἐκγόνους, ὑπάρχειν τε αὐτῶι καὶ ἐκ<γό>νοις
καὶ γᾶς καὶ οἰκίας ἔγκτασιν ἐμ Πρασαιβίαι, καὶ ἀτέ-
λειαν καὶ ἐντέλειαν καὶ ἀσφάλειαν καὶ αὐτοῖς καὶ
10 χρήμασιν, καὶ πολέμου καὶ εἰράνας, καὶ τὰ λοι[πὰ]
τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ
εὐεργέταις γέγραπται.
Search Help
Contact Us