Proxeny decree of the koinon of the Prasaiboi for Lasthenes, son of Eunomos, from Knossos. Stone block in the analemma of the western parodos of the theater.
[ ]
Epeiros — Bouthrotos (Butrint) — ca. 150 BC? — StudHist 3,2 (1966) 156, 10 — Actes du colloque 1972 sur l'esclavage (1974) 130, 10 — SEG 38.480; cf. 48.679
1 | στραταγοῦντος Πρασαιβῶν Ταυρίσκου Χερρ%⁸⁰ίο[υ], προ- |
στατοῦντος δὲ Σωσάνδρου Δρυμίου, διαλεγέντος Διογένε- | |
ος τοῦ Φιλώτα Βουθρωτίου, περὶ προξεν<ί>ας Λασθένει Εὐνόμου Κνω- | |
σίωι καὶ ἀπολογιξαμένου ὅσα εὔχρηστα πεποιήκει αὐτῶι τε | |
5 | καὶ τοῖς παραγινομένοις εἰς Κνωσόν, ἔδοξε τᾶι βουλᾶι καὶ τᾶι ἐ[κ]- |
κλησίαι τῶν Πρασαιβῶν εἶμεν πρόξενον Λασθένη Εὐνόμου | |
καὶ αὐτὸν καὶ ἐκγόνους, ὑπάρχειν τε αὐτῶι καὶ ἐκ<γό>νοις | |
καὶ γᾶς καὶ οἰκίας ἔγκτασιν ἐμ Πρασαιβίαι, καὶ ἀτέ- | |
λειαν καὶ ἐντέλειαν καὶ ἀσφάλειαν καὶ αὐτοῖς καὶ | |
10 | χρήμασιν, καὶ πολέμου καὶ εἰράνας, καὶ τὰ λοι[πὰ] |
τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ | |
εὐεργέταις γέγραπται. |