[ ]
Boiotia — Thespiai — 362-364 AD — BCH 50 (1926) 444,85
| 1 | τὸν πάσαις Μούσαισι καὶ εὐδικίαισι τραφέντα |
| ἀρχεγόνου γαίης Ἑλλάδος ἀνθύπατον, | |
| τεῖχος Ἀχαιϊάδος, Ῥώμης στέφος αἵματος εὖχος, | |
| καὶ πάσαις ἀρεταῖς πληθόμενον κραδίην | |
| 5 | εἰκόνι λαϊνέῃ Δαναοὶ στήσαντο πρέποντα |
| Ἀγόριον Μούσαις ταῖς Ἑλικωνιάσιν· | |
| στῆσε δ’ ἀρ<ι>στόνοος Περικλῆς, πεπυκασμένος ἀνὴρ | |
| ἡσυχίῃ βιότου καὶ σθεναρῇ σοφίῃ. | |
| ψ(ηφίσματι) β(ουλῆς) δ(ήμου). |