[ ]
Boiotia — Thespiai — 1st c. AD — BCH 50 (1926) 431,61 — SEG 36.479
1 | ὁ δῆμος |
Ἀθανιὰν Εὐξένου | |
ἀγωνοθετήσαντα Μου- | |
σήων Σεβαστήων καὶ Ἐρω- | |
5 | τιδήων Καισ[αρήω]ν καὶ γυ- |
μνασιαρχήσα[ντ]α τετράκις | |
καὶ πᾶσας λοιπὰς ἀρχὰς ἄρ- | |
ξαντα ἴσως καὶ δικαίως | |
καὶ πολειτευσάμενον ἄρι- | |
10 | στα καὶ ἐνδοξότατα, θεοῖς. |