[ ]
Boiotia — Thespiai — 3rd c. BC — IG VII 4240 — SEG 27.71, 36.487, 46.543
See also:
1 | Ε̣ὐ̣θ̣υ̣[κλ]ῆς παῖς Ἀμφικρίτου Μούσαις ἀνέθηκε |
κοσμήσ̣[ας] ἔπεσιν, τῶν ἁ χάρις εἴη ἀείνως | |
καὶ γένεος τὸ τέλος κείνου καὶ οὔνομα σώιζοι. | |
οὕτ̣ω̣ς̣ ἀ̣ν̣τω̣π̣οῖς ἀριγηρα[λ]έος βροτῶι ἶσα | |
5 | οὐκ ἀδ[α]ῂς Ἑλικὼν Μου[σ]άων χρησμὸν ἰαχέω· |
πειθομένοι[σ]ι βροτοῖς ὑποθήκαις Ἡσιόδοιο | |
εὐνομία χ[ώ]ρα τ’ ἔσται καρποῖσι βρύουσα. | |
Ἡσιόδος Δίου Μούσας Ἑλικῶνά τε θεῖον | |
καλ<λ>ίστοις ὕμνοις [κύδην’, ὁ δ’ ἄρ’ Ἀμφικρίτοιο] | |
10 | [παῖς κεῖνον τιμάει εὔστομο]ν̣ α̣[ἴσ]ιον ἄνδ̣ρ̣α̣. |