[ ] Boiotia — Thespiai — after 240 BC — IG VII 1780
1 θεός·
τύχα ἀγαθά· Πασιβοίω ἄρχ[ον]-
[τ]ο[ς], Εὔτυχος Καλλικράτεος
[ἀφί]ε<ι>τι ἐλευθέρως Ἁγίαν, Ὀνά[σι]-
5 μον, Ἁ[γ]είσιππον, Σέλευκον, Εὑρ[έ]-
αν, [Β]ουκατίαν, Σύραν· εἶμεν δὲ α̣[ὐ]-
τοῖς πανελευθερίαν παρα[μει]-
νάντεσι εὐνόως ἀνε<ν>κλείτο[ις]
γενομένοις Εὐτύχοι ἅω̣ς [κ]α ζ̣[ώει]·
10 ἐπὶ δέ τί κα πάθει Εὔτυχος, παρακ[ατ]-
[α]τίθεται οὗτα τὰ σώμα[τα]
ἐναντία τῶ Ἀσκλαπιῶ παρὰ
[Ἐ]πίτιμον Σαμίχω κὴ Σάμιχον
[κ]Καλλικράτης Ἐπιτίμ[ω]· οὕτ[ως]
15 [δ]ὲ προστατεῖμεν αὐτῶν κὴ [ἐπι]-
μέλεσθαι [ὅ]πως βέβαια εἴη αὐτ̣[ο]-
ῖς ἁ ἐλευθερία καθὰ Εὔτυχος ἀπ-
[έ]θει, ἐν τὸν ἅπαντα χρόνον· ἐπὶ
δέ κα τελευτάσει Εὔτυχος ἀπ[ο]-
20 καρυξάτω ἐπὶ τῶ μνάματος
Ἐπίτιμος κὴ Σάμιχος κὴ Καλλι-
κράτης ἐλεύθερα [οὗτ]α τὰ σώ-
[μ]ατα ἀφιέντα Εὔτυχον κὰτ [τ]-
ὰν στάλαν τὰν ἐν Ἀσκλαπ[ιεί]-
25 οι. ϝίστορες Μνασιγένες Θεδώ[ρω],
Θέδωρος Μνασιγένεος,
Δαμάτριος Δάμωνος, Κλειτ[ί]-
δας Σαμίχω.
Search Help
Contact Us