[ ] Boiotia — Thespiai — 2nd c. BC — BCH 25 (1901) 359,1
1 Κάλλιππος Ἀσκλαπιοῖ. Ξένων-
ος ἄρχοντος, ἀφίετι Κάλλιππος
Φιλωνίδαν ἐλεύθερον ἐναντί-
α τῶ Ἀσκλαπιῶ· παραμενέμεν
5 δὲ Φιλωνίδαν παρὰ Κάλλιππον ἇ-
ς κα ζώε Κάλλιππος· ὅστις δέ κα ἀδ-
ικέσε Φιλωνίδαν παρὰ τὰ Κάλλιππ-
ος ἐν τῆ στάλη γέγραφε, τόν τε Ἀσκλ-
απιὸν κὴ τὼς ἄλλως θεὼς ἐπιτινέ[μεν]
10 κὴ μὲ ποθικέμεν Φιλωνίδαο τῶν Καλ[λ]-
ίππω ἐγγόνων μεθένα· Φιλωνίδας [δ]-
έ, καθάπερ ὀμώμοκε τὸν Ἀσκλαπιὸν,
ἐμενέμεν τοῖς ὅρκυς· Φιλωνίδα-
ς δέ, ἐπί κ’ ἀποτρέχε, ἐλεύθερος
15 ἀποτρεχέτω λαβὼν τὰ σκεῦ-
α τὰ κὰτ τὰν τέχναν· δώσε
δὲ κὴ Περσίδι ἑκατὸν δραχμά[ς].
μάρτυρες· ὁ Ἀσκλαπιὸς, Πίθθες̣
Ἀριστοκράτεος, Καπίων Καλλιστ-
20 ράτω, Λακόων Κράτετος, Διονύ-
σιος Καλλίαο, Καλλίας Κλέωνος,
Σωκράτεις Δαμενέτω.
Search Help