[ ] Boiotia — Thespiai — after 84 BC — IG VII 1760 — P. Roesch, Études béotiennes (1982) 192, 39 — SEG 46.536
See also:
1 Ξένωνος ἄρχοντος, ἀγωνοθετοῦντος τὸ
δεύτερον Κλεαινέτου τοῦ Δασύου, ἐπὶ ἱερέ-
ως τῶν Μουσῶν Πολυκρατίδου [τ]οῦ Φαείνου, ἀ-
πὸ δὲ τῶν τεχνιτῶν       {²vac.}²
5 Ἀργείου, γραμματεύοντος Ἀμφικλεί[δου]
τοῦ Κλεαινέτου, πυρφοροῦντος Κλ[εαινέ]-
του τοῦ Δασύου, οἱ νικήσαντες τὰ Μ[ουσεῖα]
οἵδε·
             ποιητὴς προσοδίου
10 Βάκχιος Βακχίου Ἀθηναῖος,
             σαλπιστὴ[ς]
Φιλόαρνος Μελανθίου Θετταλὸς ἀπὸ Κιερίο̣υ̣,
             κῆρυξ
Ἡρώιδης Σωκράτ[ους] Θηβαῖος,
15              ἐπῶν ποιητὴς
Μήστωρ Μήστορος Φωκαιεύς,
             ῥαψωιδὸς
[Θ]εόδοτος Πυθίωνος Ἀθηναῖος,
             αὐλητὴς
20 Περιγένης [ρα]κλείδου Κυζικηνός,
             αὐλωιδὸς
Στράτων Στράτωνος Σιδώνιος,
             κιθαριστὴς
Ἀπολλόδοτος Δημέου Λύκιος ἀπὸ Ξάνθο[υ],
25              κιθαρωιδὸς
Δημήτριος Ἁμαλωΐου Αἰολεὺς ἀπὸ Μυρίνης,
             σατύρων ποιητὴς
Φαράδας Τίμωνος Ἀθηναῖος,
             ὑποκρίτης π̣αλαιᾶς [τρ]α̣γωιδίας
30 Φιλοκράτης Θεοφάντου Θηβαῖος,
             ὑποκρίτης παλαιᾶς κωμ[ωιδίας]
[Εὔ]αρχος Ἡροδότου Κορω[νεύς],
— — — — — — — — — — — — — —
Search Help
Contact Us