| 1 | Θεοδότω ἄρχοντος· Διονύσιος Λυσίαο ἔλεξε· ἐπιδεὶ ἁ μίσθωσις τῶν γυάων |
| διεσσείλθεικε, ὑπάρχι δὲ ἐν τῆ π[ρ]οτ̣ηνὶ προ[ρ]ρείσει, ἤ τίς κα βείλειτη τ̣ῶν ϝ̣εϝυ̣[κει]- | |
| όντων, ὑπογράψ[ασθη] τᾶς [αὐτ]ᾶς μισθώσιος· δεδόχθη τοῖ δάμοι ἀρχὰν ἑλ[έσ]- | |
| θη τρῖς ἄνδρα[ς μεὶ νεω]τ[έρως] πεντ[εί]κοντα ϝετέων κὴ γραμματιστὰν [μεὶ νε]- | |
| 5 | ώτερον τ[ρι]άκοντα ϝετέων· τὼς δὲ σταθέντας μισθῶση τὼς γύας κὰτ τὰν |
| πρόρρεισιν καθ’ ἃν κὴ τὸ πρότερον μεμισθωάθη· μισθῶση δὲ κὴ τὸ Νυνφῆον τὸ ἐν Φε[ρίης]· | |
| τοῖς μὲν πεπιτευόντεσσι κὴ πεποιόντεισσι τὰ ἐς τᾶς προρρείσι<ος>, ἤ κα βε[ί]λωνθη, τᾶς [αὐ]- | |
| τᾶς μισθώσιος ἐσσεῖμεν αὐτῦς ὑπογράψασθη παριόντεσσι αὐτοῖς· ὁπόττα δέ κα | |
| ἀπίτευτα ἴωνθι ἐνβᾶση τὰν ἀρχὰν καθ’ ἅ κα φήνειτη αὐτῆ σύνφορον εἶμεν· ὅτι δέ κα | |
| 10 | ἀναλώσωνθι ἐν οὗτα, ἀπολογίσασθη πὸκ κατόπτας. Θεοδότω ἄρχοντος, μεινὸς |
| Ἀλαλκομενίω· ἀρχὰ Ἑρμάϋλος Εὐαγγέλω, Σιττάρων Διονυσίω, Μνασίων Μνασιγέν[εος], | |
| γραμματιστὰς Ἑρμάϊος Εὐαρχίδαο, ἔνβασε τὼς γύας [τὼ]ς ἐν Ἀφαρκαέυς κὴ τὸ Νυνφῆον τὸ [ἐν] | |
| Φερίης κατὸ ψάφισμα τῶ δάμω κὴ τὰς πρόρρεισις τὰς ὑπαρχώσας τῶν μὲν γ[υ]άων τὰς ἐ[πὶ] | |
| Ἐνπεδοκλεῖος ἄρχοντος, τῶ δὲ Νυνφήω τὰς ἐπὶ Χαροπίνω ἄρχοντος. τυὶ ὑπεγρ<ά>ψανθο | |
| 15 | κὴ ἐμισθώσαντο· πρᾶτον γυάων· Σάων Ἀντίγωνος τᾶς αὐτᾶς ὑπεγράψ[α]το {⁸140 dr.}⁸ προσ- |
| τάτας Τειμοκράτεις Ἐργοφίλω· #⁵⁶ δεύτερον Ἀριστόκριτος Νίκωνος Θειβῆος [ἐ]ν[έ]βα {⁸50 [․] 14 dr.}⁸· προ[σ]- | |
| τάτας Ἀπολλωνίδας Ἁρμοδίω, Ῥόδων Ἀγεσστρότω· #⁵⁶ τρίτον Φίλων Φίλωνος τᾶς ὐτᾶ[ς ὑ]πε- | |
| γράψατο {⁸121 dr.}⁸· προστάτας Εἱρόδοτος Ϝαδωσίω· #⁵⁶ πέτρατον· Φίλων Φίλωνος τᾶς αὐτᾶς ὑ[πε]- | |
| γρ[ά]ψατο {⁸167 dr.}⁸· προστάτας Εἱρόδοτος Ϝαδωσίω· #⁵⁶ πένπτον Μνασιγένεις Θεοδώρω | |
| 20 | [τᾶ]ς αὐτᾶς ὐπεγράψατο {⁸97 dr.}⁸· προστάτας Πισίας Δαϊκ[ρά]τεος Θειβῆος· #⁵⁶ ἕκτον <τὸν> Διο- |
| [νυσοδ]ώρω Ζωπούρα Διονυσίω <ἁ> ἀδελφεὰ τᾶς αὐτᾶς ὑπεγράψατο {⁸77 dr.}⁸· προστ[ά]τας Πολέα[ς] | |
| [Ἀρχί]αο, Σαωσίας Σωσιπόλιος· παρεῖαν Ζωπύρη τῶν φίλων Πολέας Ἀρχίαο, Σαωσίας Σ[ω]- | |
| [σιπ]όλιος, Διονύσιος Διονυσίω· #⁵⁶ ἕβδομον Μνασιγένεις Θεοδώρω τᾶς αὐτᾶς ὑπεγράψατ[ο] | |
| {⁸80 dr.}⁸· προστάτας Πισίας [Δαϊ]κρά[τ]εος Θειβῆος· #⁵⁶ ὄγδοον τὸν Διονυσοδώρω Ζωπούρα Διονυσί[ω ἁ] | |
| 25 | ἀδελφεὰ τᾶς αὐτᾶς ὑ[πεγ]ράψατο {⁸28 dr.}⁸· προστάτας Πολέας Ἀρχίαο, Σ[αωσίας] Σωσι[πό]- |
| λιος· παρεῖαν Ζωπύρη τῶν φίλων Πολέας Ἀρχίαο, Σαωσίας Σωσιπόλιος, Διονύσιος Διο- | |
| νυσίω·#⁵⁶ ἔνατον Θεότιμος Θεοτίμω τᾶς αὐτᾶς ὑπεγ[ρ]άψατο 〚{⁸90 dr.}⁸〛 {⁸9 dr.}⁸· προσ[τάτας] | |
| Δευξίας Πουθίωνος· #⁵⁶ δέκατον Θεότιμος Θεοτίμω τᾶς αὐτᾶς ὑπεγράψατο {⁸11 dr.}⁸· προσ[τάτας] | |
| Δευξίας Πουθίωνος· #⁵⁶ ἑνδέκατον Εἱρ[όδ]οτος Ϝαδωσίω ἐνέβα {⁸36 dr.}⁸· προστάτας [Φ]ίλων | |
| 30 | Φίλωνος· #⁵⁶ δυ[ω]δέκατον· Σ̣ί[μυ]λος Ν̣έ̣ωνος τᾶς αὐτᾶς ὑπεγράψατ<ο> {⁸160 dr.}⁸· προ(στάτας) Ἀλεξίδαμος Ἀλεξιδ[ά]- |
| μω· #⁵⁶ τρῖς κὴ δέκατον τὸν Πουθοδότω Θυνία, Ῥόδιος, τοὶ παῖδες Πουθοδότω, τᾶς αὐτᾶς ὑπεγράψαν- | |
| θο {⁸52 dr.}⁸· προστάτας Ἀριστογίτων Πολυκλίδαο Θισβεὺς, Ἱάρων Δίωνος· παρεῖαν τῶν φίλων Μν[ασι]- | |
| γένεις Θεοδώρω, Ἱππομενίδας Ὀλυνπίωνος, Ἀθανίας Θεοϝέργω· #⁵⁶ πέτταρες κὴ δέκατον Σιμύλος | |
| Νέωνος τᾶς αὐτᾶς ὑπεγράψατο {⁸60 dr.}⁸· προστάτας Ἀλεξίδαμος Ἀλεξιδάμω· #⁵⁶ πέντε κὴ δέκα[τον] | |
| 35 | τὸν Πουθοδότω Θυν[ία], Ῥ[όδιος, τ]οὶ παῖδες τᾶς αὐτᾶς ὑπεγράψανθο {⁸36 dr.}⁸· προστάτας Ἀριστογίτ[ων] |
| Πολυκλίδαο Θισβ[εύ]ς, Ἱάρων Δίωνος· παρεῖαν τῶν φίλων Μνασιγένεις Θεοδώρω, | |
| Ἱππομενίδα[ς] | |
| Ὀλυμπίωνος, Ἀθανίας Θεοϝέργω· #⁵⁶ ἓς κὴ δέκατον Τίρων Πύθωνος ἐνέβα {⁸26 dr.}⁸· προστάτας | |
| Λουσίμαχος Μικ[ί]ναο· #⁵⁶ ἑπτὰ κὴ δέκατον Φίλων Φίλωνος τᾶς αὐτᾶς ὑπεγράψατο {⁸22̣ dr. [2 dr.] 2 dr.}⁸· | |
| 40 | προστάτας Πτωίων Πασιμάχω·#⁵⁶ ὀκτὸ κὴ δέκατον τὸν Ἱσμεινο[δ]ώρω Δ[ι]νοφίλα ἁ θυγάτ[ειρ] |
| [τ]ᾶς αὐτᾶς ὑπεγράψατο {⁸6 dr.}⁸· προστάτας Φέρεις Ὑπερβόλω, Ἀρχίας Μενεστρότω· παρεῖς Δινο- | |
| φί<λ>η Ἀρχίας ὁ ἀνείρ· #⁵⁶ ἔνα κὴ δέκατον Φίλων Φίλωνος τᾶς αὐτᾶς ὑπεγράψατο {⁸20 dr.}⁸· προστάτας | |
| Πτωίων Πασιμάχω· #⁵⁶ ϝικαστὸν τὸν Ἱσμεινοδώρω Δινοφίλα ἁ θυγάτειρ τᾶς αὐτᾶς ὑπεγράψατο | |
| {⁸22 dr.}⁸· προστάτας Φέρεις Ὑπερβόλω, Ἀρχίας Μενεστρότω· παρεῖς Δινοφίλη Ἀρχίας ὁ ἀνε[ίρ]· #⁵⁶ ἕνα [κὴ] | |
| ϝικαστὸν τὸν Ϝιμμπίδαο Φρουνίχα Δόρκω̣ν<ο>ς ἔγγιστα φᾶσα εἶμεν τᾶς αὺτᾶς ὑπεγρ[άψατο] | |
| 45 | {⁸22 dr.}⁸· προστάτας Ῥόδων Ἀγεστρότω· παρεῖς Φρουνίχη Μύσ̣ω̣ν Πεισίαο ὁ ἀνείρ· #⁵⁶ δεύ[τερον κὴ ϝικα]- |
| στὸν τὸν Φερεκλεῖος Πολέας ὁ ἀδελφεὸς τᾶς αὐτᾶς ὑπεγράψατο {⁸8 dr.}⁸· προστ[άτας Διονούσιος] | |
| Διονουσίω· #⁵⁶ τρίτον κὴ ϝικαστὸν τὸν Ϝιμμπίδαο Φρουνίχα Δόρκωνος ἔγγιστ[α φᾶσα εἶμεν τᾶς αὐτᾶς] | |
| ὑπεγράψατο {⁸32̣ dr.}⁸· [πρ]οστάτας Ῥόδων Ἀγεστρότω· παρῖς Φρουνίχη Μύσων Π[εισίαο ὁ ἀνείρ·#⁵⁶ πέτρατον] | |
| κὴ ϝικαστὸν [Ῥόδ]ων Ἀγεστρότω ἐνέβα {⁸57 dr.}⁸· προστάτας Ποσθίων [— —c.10— —. τὸ Νυνφῆον] | |
| 50 | ἐμισθώσατ̣ο Καλλικράτεις Θεοφάνεος {⁸90 dr.}⁸· προστάτας Κλέ̣ω̣ν̣ — — —. |
| {²vacat}² |