[ ] Boiotia — Thespiai — 170-171 AD — Nouv. Choix (1971) 85,15 — SEG 39.456, 42.432
1                                    ἀγαθῆι τύχηι·
κατὰ τὰ δόξαντα τῆι τε βο[υ]λῆι καὶ τῷ δή[μῳ διὰ τοῦ]
  ψηφίσματος τοῦ ὑπογεγ[ρα]μμένου, τῶ[ν προθύμως ἐκπεμ]-
  φθέντων νέων ἐπὶ τὴν στ[ρ]ατείαν τῷ μεγ[ίστῳ καὶ θει]-
5   οτάτῳ αὐτοκράτορι Καίσαρι Μ(άρκῳ) Αὐρηλίῳ Ἀντω[νείνῳ Σεβα]-
  στῷ Ἀρμενιακῷ Παρθικῷ ὀνόματα ἐνεγράφη ταύτ[ῃ]·
Λ(ούκιος) Ἄρριος Ἀλέξανδρο[ς εἶπε]ν· προβεβουλευμένον εἶναι ἑ[αυτῷ πρός τε]
  τοὺς στρατηγοὺς Πύ[θω]να Ἀγαθοκλέους, Εὐφράτην [— — — , Εὐ]-
  πάτορα Εὐπαλαίστρου καὶ τὴν βουλὴν καὶ τὸν [δῆμον]·
10 ἐπεὶ καὶ πρότερον ἔδοξεν πολλάκις τῇ τε βουλῇ καὶ τῷ [δήμῳ, ὡς]
  τοῦτο ἐδηλώθη καὶ διὰ τοῦ προτεθέντος βιβλίου ὑπό τε τῶ[ν ἀρ]-
  χόντων καὶ τῆς βουλῆς καὶ τῶν πρώτων, ὑπάρχειν τοῖς νέοις τ̣ο̣[ῖς]
  ἐξιοῦσιν ἐπὶ τὴν εὐτυχεστάτην καὶ εὐσεβεστάτην στρατείαν
  τειμὰς βουλευτικὰς αὐτοῖς τε παροῦσιν καὶ τοῖς γονεῦσιν αὐτῶν με-
15   τὰ τὴν ἔξοδον τὴν ἐπ[ὶ τ]ὴν στρατείαν, ἵνα ἤδη καρπῶνται τὰς τειμάς,
  δεδογμένον εἶναι τοῖς τε ἄρχουσι καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ τὰς δια-
  νομὰς καὶ τὰς τειμὰς τὰς βουλευτικὰς τοῖς προθύμοις πρὸς τὴν
  ἔξοδον τῶν νέων νῦν τε ἤδη δοθῆναι καὶ ἐν τῷ τῆς ἀποδημία[ς]
  αὐτῶν χρόνῳ τοῖς γονεῦσιν τὰς τειμὰς διαμένειν καὶ ἐπανελ̣[θο]ῦ-
20   σιν αὐτοῖς εὐτυχῶς ὑπάρχειν τὰ αὐτὰ δίκαια, ἀνασταθῆναι δὲ [καὶ]
  στήλην ἐπὶ τῆς ἀγορᾶς ἐν ᾗ τὰ ὀνόματα αὐτῶν ἐνχαραχθή[σετ]αι,
  ὅπως εἰς τὸν [χ]ρόνον πάντ[α] τῶν ὐπὲρ τῆς πατρίδος προθυ[μ]η-
  θέντων νέ[ω]ν μνήμη διαμένῃ· τὸ δὲ ἀνάλωμα τὸ εἰς τὴν στή[λη]ν
  ἐκ τῶν προγεγραμμένων ἀρχόντων προσόδου γεν[έ]σθαι·
25   ὁ παραπέμπων τοὺς νέους Φλ(άβιος) Ἰόβας· οἱ πρεσβεύο[ν]τες Εἰρηναῖο[ς]
  Ζωσίμου, Βέντιος Ἀβάσκαντος ∙ Εἰρηναῖος τρίτον τ[ὸ α]ὐτὸ προῖκα
  πρεσβεύει∶
I-III.28   Κοδρᾶτος Κοδράτου             Ζώσιμος Εὐᾶ                       Ἀθηνίων Κυθήρου
  Μάρκιος Γόργος                    Ῥῆγλος Φαύστου               Ὀνήσιμος Ἐφεσίου
30   Ἑρμῆς Π[αρ]αμόνου              Σύνφορος Νείκωνος        Ὀνήσιμος Εὐτύχου
  Ἡρακλᾶ[ς Ζ]ω̣σι[μια]νοῦ                                                   Γ(άιος) Κοσούτιος Ζώσιμος
  Παράμονος Εὐπόρου                                                           Μύρων Μύρωνος
  Εὔνους Καλλικράτος            Ἀγαθίας Διονυσίου            Διονύσις Τειμοκράτους
  Ἐπαφρόδειτος Εὐθήρου       Εὐποριανὸς Εὐπόρου        Οὔτις Ποπλίου
35   Φαυστεῖνος Ἀπειμήτου
  Διονύσιος Κτήσωνος                                                            Τρόφιμος Ὀνησᾶ
  Σύμφορος Μεγιστίωνος
  Ἕρμιππος Προσστᾶ
  Ἡρακλείδης Σωτήρου
40   Διαδούμενος (Διαδουμένου)                                              Κορνήλιος Σύμφορος
  Εὔπορος Στρατονείκου
  Σύμφορος Πρείμου                                                               Νουμήνιος Ἄρις
  Σωκράτης  Ἑρμέου
  Ὁμολώιχος Σεραπᾶ                                                              Ἀχιλλεὺς Ἀρίστωνος
45   Σώτηρος Εἰσίωνος                                                                Διονύσιος Εὐτύχου
  Στέφανος Κύρου                                                                   Διονύσιος Καλ<λ>ινείκου
  Ἀγαθώνυμος Εὐτύχ[ο]υ                                                      Ἐπαφρόδειτος Ἀφροδεισίου
  Ἀσκληπᾶς Ἀρίστωνος                                                         Ἐπικτᾶς ὁ καὶ Ἡρακλᾶς Νεικηφόρου
 Ἀφροδείσιος Ἀφροδεισίου                                                   Κορνήλιος Μαρκιανός
50   Ἑρμῆς Χαριδάμου                                                                Σωσ[ύ]λος Φρώρου
  Εὐφρῦς Εὐφρᾶ                                                                      Λικ[ίνι]ος Φ<α>υστῖνος
  Δημήτριος Εὐημέρου                                                           Τ̣υχικὸς Παραμόνου
  — —8-10— — Ἡρακλᾶ                                                         [Σε]ραπίων Ζωσίμου
  — —7-9— — Παραμόνου                                                     [Φ]ούλβιος Ἀβάσκαντος
55   —6-7—ος                                                                                 [Ἀ]μφήριστος Ἀπολλωίου]
       {²vac.}²                                                                                Εὐέλπιστος
                                                                                                    Περιγένης Ἀντιόχου
                                                                                                    Φίλιππος Εὐτύχου
                                                Φ[ί]λιστος Παπίου εἰατρός    Δαμιανὸς Δαμᾶ
60 [․․․․․]άδης Εἰσιγένους                                                          Σεραπίων Μοσχᾶ
                                                                                                 Ἄτταλος Στράτων[ος]
[Μ]ηνόδωρος Ἀρίστωνος                                                     Νεικόβουλος Παραμό[νου]
Εὐφρόσυνος Ἱσμηνίου                                                          Φίλιππος Ὀνησᾶ
                                                                                                 Αἴλιος Εὐέλπισστος
65                                                                                                  Ν(ουμέριος) Κορνήλιος Λογεῖν̣[ος]
                                                                                                 Ν(ουμέριος) Κορνῆλιος Σύν[φορος]
                                                                                                                    {²vac.}²
Ἐπαφρίων Ἐπαγάθου
Ἡρακλᾶς Ὠφελᾶ
70 Παράμωνος Παραμόνου
Μενοίτας Ῥούφου
Ἀρτεμίδωρος Σωτήρου
Ἀνίκητος Σωτήρου
Ζώσιμος Ὑπερδεξίου
75 Σωτήριχος Κιννάμου
Μακεδὼν Μακεδόνος
Ἱλαρὸς  Ἱλαροῦ
Σεμνὸς  Ἑρμᾶ
         {²vac.}²
Search Help
Contact Us