[ ]
Phryg., S. — Acıpayam Plain: Dodurga — 193 BC — BCH 9.1885.324-330 — Merk.-Staub., Jenseits Euphrat 302 ll. 12-38 — OGIS 224,II
| 1 | βασιλεὺς Ἀντίοχος Ἀναξιμβρότωι χαίρειν· |
| βουλόμενοι τῆς ἀδελφῆς βασιλίσσης Λαοδίκης | |
| [τὰ]ς τιμὰς ἐπὶ πλεῖον αὔξειν καὶ τοῦτο ἀναγ- | |
| [καιό]τατον ἑαυτοῖς νομίζοντες εἶναι διὰ τὸ | |
| 5 | [μὴ] μόνον ἡμῖν φιλοστόργως καὶ κηδεμονι- |
| [κῶς] αὐτὴν συμβιοῦν, ἀλλὰ καὶ πρὸς τὸ θεῖ- | |
| [ον ε]ὐσεβῶς δια[κ]εῖσθαι, καὶ τὰ ἄλλα μὲν | |
| [ὅσα πρ]έπει καὶ δίκαιόν ἐστιν παρ’ ἡμῶν αὐτῆι | |
| [συνα]ντᾶσθαι διατελοῦμεν μετὰ φιλοσ- | |
| 10 | [τ]ο[ρ]γίας ποιοῦντε[ς, κρ]ίνομεν δὲ καθάπερ |
| [ἡμ]ῶν [ἀπο]δείκ[ν]υν[ται] κατὰ τὴν βασιλεί- | |
| [αν ἀρχ]ιερεῖς, καὶ ταῦτης καθίστασθαι | |
| [ἐν τ]οῖς αὐτοῖς τόποις ἀρχιερείας, αἳ φο- | |
| [ρ]ήσουσιν στεφάνους χρυσοῦς ἔχοντας | |
| 15 | [εἰκόνας αὐ]τῆς, ἐνγραφήσοναι δὲ καὶ ἐν |
| [τοῖς] συναλλάγμασι, μετὰ τοὺς τῶν | |
| [προγόν]ων καὶ ἡμῶν ἀρχιερεῖς· ἐπεὶ οὖν | |
| ἀποδέδεικται ἐν τοῖς ὑπὸ σὲ τόποις | |
| [Βερ]ενίκη ἡ Πτολεμαίου τοῦ Λυσιμάχου | |
| 20 | [․․․] ὄντος ἡμῖν κατὰ συγγένειαν θυγάτηρ, |
| συντελεῖσθω πάντ[α] τοῖς προγεγραμμέ- | |
| νοις ἀκολούθως, καὶ τὰ ἀντίγραφα τῶν | |
| ἐπιστολῶν ἀναγραφέντα εἰς στήλας | |
| ἀνατεθήτω ἐν τοῖς ἐπιφανεστάτοις | |
| 25 | τόποις, ὅπως νῦν τε καὶ εἰς τὸ λοιπὸν |
| φανερὰ γένηται ἡ ἡμετέρα καὶ ἐν τού- | |
| [τοῖς] π[ρ]ὸς τὴν ἀδελφὴν π[ρ]οαίρεσις. |