[ ]
Abys. [Axum] — Adoulis (Zula) — after 241 BC — Kosmas Indopleustes 2.55ff.; CIG 5127 — OGIS 54
1 | βασιλεὺς μέγας Πτολεμαῖος, υἱὸς βασιλέως Πτολεμαίου |
καὶ βασιλίσσης Ἀρσινόης θεῶν ἀδελφῶν, τῶν βασιλέω<ς> | |
Πτολεμαίου καὶ βασιλίσσης Βερενίκης θεῶν Σωτήρων, | |
ἀπόγονος τὰ μὲν ἀπὸ πατρὸς Ἡρακλέους τοῦ Διὸς, τὰ δὲ ἀπὸ μη- | |
5 | τρὸς Διονύσου τοῦ Διός, παραλαβὼν παρὰ τοῦ πατρὸς |
τὴν βασιλείαν Αἰγύπτου καὶ Λιβύης καὶ Συρίας | |
καὶ Φοινίκης καὶ Κύπρου καὶ Λυκίας καὶ Καρίας καὶ τῶν | |
Κυκλάδων νήσων, ἐξεστράτευσεν εἰς τὴν Ἀσίαν μετὰ | |
δυνάμεων πεζικῶν καὶ ἱππικῶν καὶ ναυτικοῦ στόλου | |
10 | καὶ ἐλεφάντων Τρωγλοδυτικῶν καὶ Αἰθιοπικῶν, οὓς ὅ τε πατὴρ |
αὐτοῦ καὶ αὐτὸς πρῶτο<ι> ἐκ τῶν χωρῶν τούτων ἐθήρευσαν | |
καὶ καταγαγόντες εἰς Αἴγυπτον κατεσκεύασαν <πρὸς τὴν> | |
πολεμικὴν χρείαν. κυριεύσας δὲ τῆς τε ἐντὸς Εὐφράτου | |
χώρας πάσης καὶ Κιλικίας καὶ Παμφυλίας καὶ Ἰωνίας καὶ τοῦ Ἑλ- | |
15 | λησπόντου καὶ Θράικης καὶ τῶν δυνάμεων τῶν ἐν ταῖς χώραις |
ταύταις πασῶν καὶ ἐλεφάντων Ἰνδικῶν, καὶ τοὺς μονάρχους τοὺς ἐν | |
τοῖς τόποις πάντας ὑπηκόους καταστήσας, διέβη τὸν Εὐφράτην | |
ποταμὸν καὶ τὴν Μεσοποταμίαν καὶ Βαβυλωνίαν καὶ Σουσι- | |
ανὴν καὶ Περσίδα καὶ Μηδίαν καὶ τὴν λοιπὴν πᾶσαν ἕως | |
20 | Βακτριανῆς ὑφ’ ἑαυτοῦ ποιησάμενος καὶ ἀναζητήσας ὅσα |
ὑπὸ τῶν Περσῶν ἱερὰ ἐξ Αἰγύπτου ἐξήχθη καὶ ἀνακο- | |
μίσας μετὰ τῆς ἄλλης γάζης τῆς ἀπὸ τῶν τόπων εἰς Αἴ- | |
γυπτον δυνάμεις ἀπέστειλεν διὰ τῶν ὀρυχθέντων πο- | |
ταμῶν . . . |