[ ] Ionia — Miletos: Didyma — 299/8 BC — I.Didyma 480; McC. Did. 8 — SEG 4.442
1 ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· Λύκος Ἀπολλοδότ[ου εἶπεν]
περὶ ὧν προεγράψατο εἰς τὴμ βουλὴν Δημοδάμας Ἀρ[ιστείδου],
ὅπως Ἀπάμη ἡ Σελεύκου τοῦ βασιλέως γυνὴ τ[ιμηθῆι]·
δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπειδὴ Ἀπά[μη ἡ βα]-
5 σιλίσσα πρότερόν τε πολλὴν εὔνοιαν καὶ προ[θυμίαν]
παρείχετο περὶ Μιλησίων τους στρατευομένου[ς σὺν]
[τ]ῶι βασιλεῖ Σελεύκωι καὶ νῦν, παραγενομέν[ων τῶμ]
[π]ρεσβευτῶν, οὓς μετεπέμψατο Σέλευκος [διαλεξόμενος]
[π]ερὶ τῆς οἰκοδομίας τοῦ ναοῦ τοῦ ἐν Διδύμ[οις, οὐ τὴν]
10 τυχοῦσαν σπουδὴν ἐποε[ῖ]το, Ἀντίοχ[ος δε ὁ υἱὸς αὐτῆς]
συμφιλοτιμῶν τῆι τοῦ πατρὸς Σ[ε]λεύ[κου περὶ τὸ ἱε]-
ρὸν [π]ροαιρέ[σ]ει οἰκοδομήσειν ἐπηγγ[είλατο στοὰν στα]-
διαίαν τῶι θεῶι, ἵνα προσό[δων ἀπ’ αὐτῆς γινομένων ἐπι]-
κοσμῆται τὸ ιερόν· δεδ[όχθαι Μιλησίοις, ὅπως εἰδῶσιν]
15 πάντες, ὅτι ὁ δῆμ[ος ὁ Μιλησίων τὴν προσήκουσαν ἐπιμέ]-
λειαν ἔχ[ων διατελεῖ περὶ τοὺς εὐεργετοῦντας τὸν δῆμον]
[— — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — τοὺς δὲ ἀνατάκτας τοὺς ἐπὶ στεφα]-
20 [ν]ηφόροὺ τοῦ Ἀπόλλωος τοῦ μετ’ Ἀθήναιον ἐξελεῖν εἰς τὴν εἰ]-
κόνα ἐξ ἁπάσης τῆς προσόδοὺ τῆ[ς — — — το ἀργύριον. ἀνα]-
γράψαι δὲ τόδε τὸ ψήφισμα εἰς στήλην λιθί[νην καὶ θεῖναι]
εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος τῆς ἐν Διδύμοις· τὴν δε στήλη[ν]
καὶ τὴν ἀναγραφὴν ἀπομισθῶσαι τοὺς τειχοποιοὺς μη[δε]-
25 μίαμ ὑπερβολὴμ ποιουμένους· τοὺς δὲ ταμίας ὑπηρε[τῆσαι]
ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσματα ἐξηιρημένων. ἀναγράψ[αι]
δὲ τόδε τὸ ψήφισμα καὶ εἰς λεύκωμα. ἐπιστάται τῆς [εἰκόνος]
Δημοδάμας Ἀριστείδου, Λύκος Ἀπολλοδότου, Ἀριστ[οφῶν]
Μιννίωνος.
Search Help
Contact Us