[ ]
Att. — non-stoich. — c. init. s. II a.?
| 1 | — — — — — — — — #⁷δουΙ#⁷ — — — — — — — — — — |
| — — — — — — — ει ἰδίαι εὔνους ὢ[ν — — — — — — — —] | |
| [— — — — — — Ἀ]θηναίων ἑκαστ — — — — — — — — — | |
| — — — — — — — ἑαυτοῦ· ἀγαθεῖ τύχει δεδ[όχθαι τεῖ βου]- | |
| 5 | [λεῖ τοὺς λαχόντας πρ]οέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλ[ησίαν χρη]- |
| [ματίσαι περὶ τούτ]ων, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆ[ς] | |
| [εἰς τὸν δῆμον, ὅτι] δοκεῖ τεῖ βουλεῖ ἐπαινέσαι Ἀριστόδημον | |
| [Ἀμύντορος Σαλα]μίνιον καὶ στεφανῶσαι θ[αλ]λοῦ στεφάνωι | |
| [εὐνοίας ἕνεκεν] καὶ φιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆ- | |
| 10 | [μον τὸν Ἀθηναί]ων. εἶναι δ’ αὐτὸν καὶ πρόξενον καὶ εὐεργέτην |
| [τοῦ δήμου· ὑπά]ρχειν δ’ αὐτῶι καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον | |
| [ἐνδεικνυμένωι] τὴν πρὸς Ἀθηναίους εὔνοιαν εὑρέσθαι καὶ ἄλ[λο] | |
| [ἀγαθὸν ὅτου ἂν] δοκεῖ ἄξιος εἶναι. ἀναγράψα[ι δ]ὲ τόδε τὸ [ψή]φ[ι]- | |
| [σμα τὸν γραμμ]ατέα τὸν κατὰ πρυτανείαν ἐν [στή]λει λιθίνε[ι] κ[αὶ] | |
| 15 | [στῆσαι ἐν ἀκρο]πόλει· εἰς δὲ [τὴν] ἀναγραφὴν καὶ τ[ὴν ἀ]νάθεσιν τῆς |
| [στήλης μερίσα]ι τὸ γενόμε[ν]ον ἀνάλωμα τὸν τα[μίαν] τῶν [στρατι]- | |
| [ωτικῶν καὶ τοὺ]ς ἐπὶ τεῖ διοικήσει. vacat | |
| 17a | coronae pars dextra in corona: |
| 18 | [ἡ β]ουλὴ |
| [ὁ δῆ]μος | |
| 20 | [Ἀριστόδ]ημον |
| [Ἀμύντ]ορος | |
| [Σαλαμί]νιον. |