[ ] Susiana — Susa (Shush) — 21 AD — CRAI (1932) 238-260 — Merk.-Staub., Jenseits Euphrat 407 — SEG 7.1 [a]; BE 1964.527
1          ἐξελήφθη ὀγδόου ἐξηκοστοῦ διακοσιοστοῦ, ὡς ὁ βασιλεὺς ἄγει, ὡς δὲ πρότερον τρ[ίτου τριακοστοῦ τριακοσιοστοῦ].
βασιλεὺς βασιλέων Ἀρσάκης Ἀντιόχωι καὶ Φραάτει ὄντοιν ἐν Σούσοις [τ]οῖς ἄρχουσι καὶ τῆι πόλει χαίρε[ιν. ἐπειδὴ Ἑστιαῖος Ἀσίου τῶν]
ὑμετέρων πολιτῶν καὶ τῶν πρώτων καὶ προτιμωμένων φίλω[ν κ]αὶ τῶν σ[ω]ματοφυλάκων, ἄρξας ταμιευ[τικὴν] ἀρχὴ[ν ἐν τῶι κατὰ τοὺς προτέρους]
ἀριθμοὺς ἐνάτωι εἰκοστῶι τριακοσιοστῶι ἔτει, ἀνεστράφη ἐν ταύτηι ἄριστα καὶ δικαιότατα καὶ μετὰ πάσης καθαρε[ιότητος, μηδὲν ἀνάλωμα]
5 ὑποστειλάμενος παρ’ ἑαυτοῦ εἰς τὴν ὑπὲρ τῆς πόλεως δαπάνην, δίς τε τῆς πόλεως ἐπὶ τῆς ἀρχῆς αὐτοῦ χρείαν πρ[εσβευτοῦ ἐχοῦσης πρὸς ἡμᾶς εἰς — — —],
αὐτός, τὴν ἐπιμελείαν τῶν ἰδίων ἐν οὐδενὶ θέμενος καὶ τὰ τῆς πόλεως προὐργιαίτερα ἡγούμενος, καὶ οὔτε χρημάτων οὔτε πόνων φεισάμ[ενος ἀπροφασίστως ἑαυτὸν]
ἐπεδέδωκεν εἰς ἀμφοτέρας τὰς πρεσβείας καὶ τὰ συμφέροντα τῆι πατρίδι διωικήσας τέτευχεν τῶν πρεπουσῶν τιμῶν, ὡς καὶ τὰ ψηφ[ίσματα τὰ γενομένα περὶ αὐτοῦ]
ἐν τῶι τριακοστῶι τριακοσιοστῶι ἔτει μαρτυρεῖ· ἐν δὲ τῶι ἑνὶ τριακοστῶι τριακοσιοστῶι ἔτει, χρείας γενομένης ἀγα[θ]ο[ῦ ἀνδρὸς προβληθέντος αὐτοῦ]
εἰς τὴν αὐτὴν ἀρχὴν εἰς τὸ δεύτερον τριακοστὸν τριακοσιοστὸν ἔτο[ς] καὶ ἐκ πολλῆς δοκιμασίας αἱρεθέντος ἄρχοντος Πετάσου τοῦ [ντιόχου καὶ Ἀριστομένους]
10 τοῦ Φιλίππου, παρελθὼν προηνέγκατο διακεκλεῖσθαι αὐτὸν ἐκ τῶν διηγ[ορ]ευμένων δὶς ἄρξαι τὴν αὐτὴν ἀρχὴν, ἐὰν μὴ διαλείπηι ἔτη τρία· ἡ δε πόλις [ἀποδεξαμένη αὐτὸν]
τῆς ἀγαθῆς προαιρέσεως καὶ διὰ μνήμης ἔχουσα τὴν διοίκησιν τῆς προδηλουμένης ἀρχῆς ἔκρεινεν αὐτὸν αἱρεῖσθαι ἄρχοντα, ὅθεν εἱρέ[θη ἐπὶ τὸ δεύτερον]
τριακοστὸν τριακοσιοστὸν ἔτος Πετάσου τοῦ Ἀντιόχου καὶ Ἀριστομένους τοῦ Φιλίππου· ἐπεὶ οὖν τὸν μὲν Ἑστιαῖον ἐπὶ τοῖς προδηλουμένοις ἐπ[ηιτιάσαντό τινες],
τὴν αἵρεσιν αὐτοῦ κρείνομεν εἶναι κυρίαν καὶ μὴ παραδιώκεσθαι αὐτὸν τῶι μὴ διαλείποντα ἔτη τρία ἄρξαι τὴν αὐτὴν ἀρχὴν μηδ’ ἄλλωι ὡιτινιοῦν ἐ[νοχλεῖσθαι]
περὶ τούτων ἐπιτάγματι, ἐπὶ δὲ τῶν πά[ντ]ων παρηιτημένης πάσης ἀπορήσεώς τε καὶ ἐπιζητήσεως τῆς τε ἄλλης καὶ ᾗς δεῖ, τὴν π[ρόφασιν καίπερ οὐ]
15 φρασθεῖσαν ἐπ’ ὀνόματος λελύσθαι. ηξσʹ, Αὐδαναίου {²⁶Αὐδυναίου}²⁶ ιζʹ.
Search Help
Contact Us