[ ]
Syria, Ctr. — Palmyra (Tadmor): Umm-el-Amad — 145-146 AD — CRAI 1930.182-183 — Merk.-Staub., Jenseits Euphrat 706 — SEG 7.135; AnnÉp (1931) 54
| I.1 | ἔτο[υς υνζʹ μηνὸς — — —] |
| ἡ βουλὴ [κ]αὶ ὁ δῆμος [Σόαδ]ον Βωλιάδους | |
| τοῦ Σ[ο]άδου τοῦ Θαιμισάμσου, εὐσεβῆ καὶ | |
| φιλόπατριν, καὶ ἐν πολλοῖς καὶ μεγάλοις καιροῖς | |
| 5 | γν[η]σίως καὶ φιλοτείμως παράσταντα τοῖς |
| ἐ[μπόρ]οις καὶ ταῖς συνοδίαις καὶ τοῖς ἐν Ὀλοφασίᾳ | |
| πολείταις καὶ ἐπὶ τούτοις [ἐπισ]τολ[ᾷ] θεοῦ | |
| [Ἁ]δριανοῦ καὶ τοῦ θειοτάτου α[ὐ]τοκράτορος | |
| Ἀντωνεινοῦ υἱοῦ αὐτοῦ μαρτυρηθέντα, | |
| 10 | ὁμοίως καὶ διατάγματι Ποβλικίου Μαρκέλλου |
| καὶ ἐπιστολᾷ αὐτοῦ καὶ τῶν ἐξῆς ὑπατικῶν | |
| καὶ ψηφίσμασι καὶ ἀνδριᾶσι τειμηθέντα ὑπὸ | |
| βουλῆς καὶ δήμου καὶ τῶν κατὰ καιρὸν συν- | |
| οδιῶν καὶ τῶν καθ’ ἕνα πολειτῶν, καὶ νῦν τοῦτον | |
| 15 | μόνον τῶν πώποτε πολειτῶν ὑπὸ τῆς |
| πατρίδος διὰ τὰς συνεχεῖς καὶ ἐπ’ ἀλ[λ]ήλους | |
| εὐποΐας τεσσάρων ἀνδριάντων ἐν τῷ | |
| τετραδείῳ τῆς πόλεως ἐπὶ κειόνων δημοσίοις | |
| ἀναλώμασι κατηξιωμένον, καὶ ἄλλων | |
| 20 | ἀνδριάντων τριῶν ἔν τε Σπασίνου Χάρακι |
| [κα]ὶ ἐν Ὀλ[ο]γασίᾳ καὶ ἐ[ν] Γεννάη καταλύματι συν- | |
| {συν}οδιῶν ὑπὸ β[ουλ]ῆς καὶ δήμου καὶ κτίσαντα | |
| [ἐ]ν Ὀλογα[σίᾳ ναὸν τῶν Σε]βαστῶν κ[αὶ] κ[α]θι- | |
| [ερώ]σαν[τα — — —] | |
| II.25 | [καὶ πίστε]ω[ς κ]αὶ μεγαλοφ[ρ]οσύνης ἕ[νεκα] |
| πά[νυ πᾶσα]ν ἐνχειρισθέντα δυναστείαν | |
| [— — —]στωτο[— — —]ειρο | |
| [— — —]ες Σπασίνου [Χαρακ— — —] |