[ ] Aeg.Isl. — Andros — 3rd c. BC — IG XII,5.715 — ZPE 47.1982.67-70
1 [ἐπὶ — — —] ἄρχοντος, μηνὸς Ἀρτεμισιῶνος, Εὐ[τ]ύχεω τῶμ πρυτά[νεων]
[․․․]λα προεδρεύοντος, Χαιρέου γραμματεύοντος, Θεότιμος Φιλγά]-
[θου εἶπεν]· ὑπὲρ ὧν τὴμ πρόσοδον ἐποήσατο Ἀριστοφῶν Δημοσθένου δεδό[χθαι]
[τεῖ βουλεῖ] καὶ τῶι δήμωι· Δρόμωνα Φανοδήμου Βαβυλώνιον πρόξενον καὶ εὐεργέτη[ν]
5 [εἶναι τῆς] πόλεως τῆς Ἀνδρίων, καὶ εἶναι αὐτῶι πρόσοδομ πρὸς τὴμ βουλὴγ καὶ τὸν δ[ῆ]-
[μον, ἐάν τ]ου δέηται, πρώτωι μετὰ τὰ ἱερά, καὶ δίκας προ[δίκο]υς, καὶ ἐμ πολέμωι εἰρήνη[γ] κ[αὶ]
[ἐν σύλοι]ς ἀσυλίαν· τὸν δὲ γραμματέα τῶμ πρυτάνεων ἐπιμεληθῆναι ὅπως
[ἡ γνώμη] ἥδη ἀναγραφεῖ εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος, τὸ δ’ ἀνάλωμα τὸ γενόμε-
[νον εἰς τὴ]ν ἀναγραφὴν δοῦναι τοὺς ταμίας ἀπὸ κοινῆς διοικήσεως.
Search Help
Contact Us