Manumission record.  Stele of white marble.
[ ] Boiotia — Thespiai — 2nd c. BC — BCH 25 (1901) 359, 1 — IThesp 213
See also:
1 Κάλλιππος Ἀσκλαπιο͂ι· Ξένων-
ος ἄρχοντος, ἀφίετι Κάλλιππος
Φιλωνίδαν ἐλεύθερον ἐναντί-
α τῶ Ἀσκλαπιῶ, παραμενέμεν
5 δὲ Φιλωνίδαν παρὰ Κάλλιππον ἇ-
ς κα ζώε Κάλλιππος· ὅστις δέ κα ἀδ-
ικέσε Φιλωνίδαν παρὰ τὰ Κάλλιππ-
ος ἐν τῇ στάλῃ γέγραφε, τόν τε Ἀσκλ-
απιὸν κὴ τὼς ἄλλως θεὼς ἐπιτινέ[μεν]
10 κὴ μὲ ποθικέμεν Φιλωνίδαο τῶν Καλ[λ]-
ίππω ἐγγόνων μεθένα· Φιλωνίδας [δ]-
E/, KAQA/PER O)MW/MOKE TO\N *)ASKLAPIO/N,
ἐμενέμεν τοῖς ὅρκυς· Φιλωνίδα-
ς δέ, ἐπὶ κ’ ἀποτρέχε, ἐλεύθερος
15 ἀποτρεχέτω λαβὼν τὰ σκεῦ-
α τὰ κὰτ τὰν τέχναν· δώσε
δὲ κὴ Περσίδι ἑκατὸν δραχμά[ς]·
μάρτυρες ὁ Ἀσκλαπιός, Πίθθες
Ἀριστοκράτεος, Καπίων Καλλιστ-
20 ράτω, Λακόων Κράτετος, Διονύ-
σιος Καλλίαο, Καλλίας Κλέωνος,
Σωκράτεις Δαμενέτω.
Search Help
Contact Us