Manumission by consecration to Sarapis and Isis.  Two stone fragments, reused in a house in Orchomenos.
[ ] Boiotia — Orchomenos — late 3rd/early 2nd c. BC — IG VII 3199 — Wilhelm, Neue Beiträge IV (1915) 18, 3
See also:
1 [Θ]άρσωνος ἄρχοντος, ἱαρειάδδοντος [Ξενοκρ]άτιος Μειλιχίδαο, πολεμαρχιόντων Σάωνος
Ἅβρωνος, Δορκίλλιος Ἀθανοδώρω, Λιο[ύκωνος] Εὐγίτονος, Κλιὼ Δαφνήω κὴ Τιμὼ Μενε-
στράτω ἀντίθεντι τὸν ϝίδιον ϝυκέ[ταν Ἀθάνω]να ἱαρὸν εἶμεν τῶ Σαράπιος κὴ τᾶς Ἴσιος,
κὴ μεὶ ἐσσεῖμεν μειθενὶ καταδουλ[ίτταστη Ἀθ]άνωνα μειδὲ ἐφάπτεστη· ἠ δέ κά τις
5 ἐφάπτειτη, κούριος ἔστω ὁ ἱαρεὺς [κὴ τὺ πολέμ]αρχυ σουλῶντες κὴ δαμιώοντες,
κὴ τὺ σούνεδρυ σουλώνθω κὴ δα[μιώνθω τὸν] ἀδικίοντα· παρεῖαν τῇ Κλιῶι φίλυ
Καλοκλίδας Καλλιγίτονος, Μεν[έστρατος κὴ Κ]αλλιγίτων Καλοκλίδαο, κὴ τῇ Τιμ[ῶι]
ὁ ἀνεὶρ Καλοκλίδας Καλλιγίτονο[ς].
Search Help
Contact Us