IK Perge 428
[ ] Pamph. — Perge (Aksu): Lyrboton Kome (Varsak) — Rom. Imp. period — ABSA 17.1910.225,1 — EA 11.1988.162,159 — SEG 6.680
1 Ἑρμαῖος Ἀπολλωνίου Ἑρμαίου Ἑρμαίῳ
δὶς Ἀπολλωνίου τῷ καὶ Θεοδοτιανῷ
τῷ υἱῷ αὐτοῦ ὄντι τοῦ τάγματος τῆς ἐν
Πέργῃ γερουσίας καὶ δόντος τῇ γερουσίᾳ
5 ὑπὲρ ἱεροσύνης {²⁶ἱερωσύνης}²⁶ διὰ βίου δηνάρια ἑξακό-
σια καὶ Μαρκίᾳ Ἄττῃ Μοληους τῇ γυναικὶ αὐ-
τοῦ ἱερείᾳ Δήμητρος διὰ βίου· μετὰ δὲ κα-
τατεθ[ῆ]ναι τὴν Μαρκίαν κατακορακωθῆ-
ναι αὐτὸ ὑπὸ τῶν κληρονόμων αὐτῆς.
10 εἰ δέ τις ἕτερον πτῶμα καταθῆται, ἔστω
ὑποπρόστειμος τῷ κοιριακῷ {²⁶κυριακῷ}²⁶ ταμείῳ δη-
ναρίοις χειλίοις πεντακοσίοις· καὶ ὁ ἐν-
δειξάμενος λήνψεται {²⁶λήμψεται}²⁶ τὸ τρίτον τοῦ
                        προστείμου
Search Help
Contact Us