[ ] Pamph. — Perge (Aksu) — Rom. Imp. period — Mansel-Akarca, Excav. Perge (1949) 15,19 — EA 11.1988.149,96 — SEG 38.1418
1 Γλυκέρα Λεωνίδου ζῶσα ἑαυτῇ
κατεσκεύασεν τὸ ἀνγεῖον καὶ Δημη-
τρίῳ δὶς Στράτωνος καὶ Μαρκίᾳ τῇ θυγα-
τρί μου καὶ Ὀνησίμῳ Δηϊκράτους τῷ ἀνδρί
5 μ̣ου μόνοις· οὐδενὶ δὲ ἑτέρῳ
ἐξέσται πτῶμα ἢ ὀστέα καταθέσθαι εἰς
τὸ ἀνγεῖον· εἰ δὲ μή, ἔστω ὑπεύθυνος τῷ
φίσκῳ (δην.) φʹ
Search Help
Contact Us