[ ]
Pamph. — Perge (Aksu): Örenkale (= anc. Lyrboton Kome), nr. Varsak — 117-138 AD — ABSA 17.1910.233,10 — EA 11.1988.160,153 — SEG 6.674
| 1 | [εἰς τὰ δην]άρια χείλια πεντακόσια τὰ ἀπολειφθέντα ὑπὸ Μεννέου· Τειμοθέου |
| Μεννέου εἰς τὸ ἀγορασθῆναι χωρίον θεῷ Ἀπόλλωνι τῷ ἐν τῇ κώμῃ πρὸς τὸ τὴν | |
| πρόσοδον αὐτοῦ τὸ καθ’ ἔτος ἀναλοῦσθαι ὑπὸ τῶν κωμαρχῶν εἴς τε θυσίας | |
| τοῦ θεοῦ καὶ εἰς εὐωχίαν τῶν κατοικούντων τὴν κώμην ἐνηλίκων ἐν μηνὶ α̣ʹ | |
| 5 | ἐν κʹ ἡμέρᾳ καὶ ἀπομνημόνευσιν γείνεσθαι τοῦ Μεννέου ἐξεχώρησεν |
| [τῇ κώμῃ] ․․․․λ․․ε․․ Λῂς Τειμοθέου, ἡ ἀδελφὴ καὶ κληρονόμος τοῦ Μεννέου, | |
| [κλῆρον — — σὺν] τοῖς ἰδίοις δικαίοις τὸν ὄντα ἐν τῇ κώμῃ ἐπιλεγόμενον | |
| ․․․․․․ [ἐφ’ ᾧ] ἀπὸ αὐτοῦ γείνεσθαι κατ’ ἔτος τὰ ὑπὸ τοῦ Μεννέου διατετα- | |
| [γμένα· τοῦτον τὸν κ]λῆρον δοκιμάσαντες καὶ κοινῇ γνώμῃ εὐδοκήσαντες | |
| 10 | [οἱ κατοικ]ο̣ῦν̣τ̣[ες] τὴν κώμην εἰς τὰ χείλια πεν[τακ]όσια δηνάρια ἀ[— —] |
| [— — — — — — —]λα․․․ἠ․έλησαν |