[ ] Pamph. — Perge (Aksu), fd. Melos Isl. — 1st c. BC — IG XII,3.1073 — EA 11.1988.106,6
— — —
1 [κατ]ὰ τὸν ἐπιφ̣ανέστατον τόπ̣[ο]ν· [ἀνακηρύσ]-
[σεσθαι δὲ κ]α̣ὶ ἐν τοῖς ἀγομένοις παρ’ αὐτ̣οῖς ἐπιφανεστά-
[τοις ἀγῶσι]ν κατὰ τάδε· "ὁ δῆμος ὁ Περγαίων στεφανοῖ τὸν
[δῆμον τὸν] Μηλίων χρυσῷ στεφάνωι ἐφ’ ἧι ἔχι πρὸς αὐ-
5 [τὸν εὐνοίᾳ κα]ὶ ἐπὶ τῶι ἐξαπεσταλκέναι ἄνδρα δυνατὸν καὶ ἄ-
[ξιον τῆς ἐ]νχειρισθείσης αὐτῶι πίστεως· ὁμο[ί]ως δὲ
[καὶ τὸν δικ]αστὴν χρυσέῳ στεφάνωι ἀρετῆς ἕνεκεν καὶ δι-
[καιοσύν]ης."    {²vac.}²   εἱρέθη Φηρέας Ἀλέξιδος.
Search Help
Contact Us