[ ]
Pamph. — Perge (Aksu) — Hellenistic period — Mon.Ant. 23.1915.59,48 — EA 11.1988.104,5
| 1 | αἵδε ἐτίμη[σαν πόλει]ς Ἀσκλη[πι]άδην Μύρ[ωνος] |
| Περγα[ῖον] ἰατρόν | |
| ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπειδὴ Ἀσκλ[ηπι]- | |
| άδης Μύρωνος Περγαῖος πολίτης ἡμῶν εὔδοξ[ος] | |
| 5 | καὶ μεταχειριζόμενος τῆν ἰατρικὴν τέχνην ἀ[πο]- |
| δείξεις μεγάλας πεποίηται τῆς ἑαυτοῦ ἐνπειρί- | |
| ας, διά τε τῶν ἐν τῶι γυμνασίωι ἀκροάσεων πολλὰ χρή- | |
| [σι]μα διατέθειται ἐν αὐταῖς πρὸς ὑγείαν τοῖς πολίται[ς] | |
| ἀνήκοντα, τήν τε τῶν καμνόντων ἐπιμέλειαν | |
| 10 | πεποίηται ἀξίαν ἑαυτοῦ καὶ τῶν προγόνων, τήν |
| τε ἀναστροφὴν παρείσχηται εὐσχήμονα καὶ | |
| καλὴν καὶ στοιχοῦσαν τῶι ἐπιτηδεύματι, | |
| ἀποδημήσας τε πολλὰ τῶν εἰς τιμὴν καὶ δό- | |
| ξαν ἀνηκόντων περιεποιήσατο παρείσχη- | |
| 15 | ταί τε τὰς πόλεις ἐκμαρτυρούσας αὐτῶι διά |
| τε ψηφισμάτων καὶ δημοσίων ἐπιστολῶν | |
| καὶ περὶ τῶν γεγενημένων αὐτῶι παρ’ αὐτοῖς | |
| τιμίων· δεδόχθαι ἐπῃνῆσθαι Ἀσκληπιάδην ἐπί τε τού- | |
| τοις καὶ τῆι εὐφημίαι αὐτοῦ, δοθῆναι δὲ αὐτῶι τοῦδε τοῦ | |
| 20 | ψηφίσματος τὸ ἀντίγραφον ἐσφραγισμένον τῇ δημο- |
| σίαι σφραγῖδι. {²vac.}² ψήφισμα Σελευκέων. | |
| ἔδοξεν Σελευκέων τῆι βουλῆι καὶ τῶι δήμωι, πρυτάνε- | |
| ων γνώμη· ἐπειδὴ Ἀσκληπιάδης Μύρωνος ἰατρὸς | |
| ἀνὴρ ἀγαθὸς ὢν καὶ ζηλωτὴς ὑπάρχων τῶν πρὸς ἀρε- | |
| 25 | [τ]ὴν καὶ δόξαν ἀνηκόντων καὶ πρότερον μὲν ὀψωνι- |
| [ασ]θεὶς δραχμὰς χιλίας ἐφ’ ἕτη πλέονα μεγάλας ἀ- | |
| [ποδ]είξεις ἐποιήσατο τῆς ἑαυτοῦ ἐπιμελείας, δια- | |
| φέρουσαν παρασ[χ]όμενος τὴν διὰ τῆς τέχνης ἐν- | |
| πειρίαν, πλείονάς τε τῶν πολιτῶν καὶ τῶν κατοικούν- | |
| 30 | των ἐν τῆι πόλει διατεθέντας ἐπισφαλῶς διέσω[ισε] |
| τὰς ἁρμοζούσας θεραπείας προσαγαγὼν με[τὰ πά]- | |
| σης προθυμίας, ἔν τε τοῖς κατὰ τὴν χειρουργ[ίαν πολλὰ] | |
| καὶ παράδοξα ἀναδεξάμενος θεραπεύ[ματα διάδη]- | |
| λον κατέστησεν τὴν αὐτοῦ προκοπ[ήν, ἔν τε ταῖς ἀκρο]- | |
| 35 | άσεσιν πολλὰ τῶν πρὸς ὑγείαν συντε[λούντων διατιθέ]- |
| μενος καὶ τὸν ἐκ τούτων ἔπαινον πε[ριεποιήσατο· ἐποι]- | |
| εῖτο δὲ καὶ τὴν ἀναστροφὴν ἀξίαν τ[ῆς τε τέχνης καὶ ἀμ]- | |
| φοτέρων τῶν πόλεων ἀδιάβολον [διατηρῶν τὴν ἐνκεχειρισ]- | |
| μένην αὐτῶι πίστιν ἕνεκα τῆς τ[ῶν ἀρρωστούντων πολυω(?)]- | |
| 40 | ρίας· ὧν ἕνεκα καὶ τῆς παρὰ τοῦ δή[μου μαρτυρίας ἀξιω]- |
| θεὶς οὐ μόνον ἐτιμήθη ταῖς ἁρμ[οζούσαις τιμαῖς, ἀλ]- | |
| λὰ καὶ πολιτείας ἔτυχεν αὐτό[ς τε καὶ ἡ γυνὴ αὐτοῦ καὶ τὰ] | |
| τέκνα· καὶ νυνὶ δὲ διαμένων ἐπ[ὶ τῆς αὐτῆς προαιρέσε]- | |
| ως καὶ μᾶλλον ὑπερτίθεται τοῖς [πρὸς ἡμᾶς εὐεργετήμασιν]· | |
| 45 | ἐφ’ οἷς ὁ δῆμος διατηρῶν τὸ καθ’ [ἑαυτὸν εὐχάριστον(?)] |
| οἴεται δεῖν μὴ ἀπαρασήμαντο[ν ἐᾶσαι τὴν προαίρε]- | |
| σιν αὐτοῦ· δεδόχθαι ἐπαιν[έσ]αι τ[ε Ἀσκληπιάδην Μύρωνος] | |
| καὶ στεφανῶσαι ἐν τῶι γυ[μνικῶι ἀγῶνι τῶν Σελευκεί(?)]- | |
| ων χρυσῶι στεφάνωι καὶ [εἰκόνι χαλκῆι, τὸν δὲ κή]- | |
| 50 | ρυκα ἀναγορεῦσαι ὅτι Σ[ελευκέων ὁ δῆμος — —] |
| — — — |