[ ] Lakonike — Kotyrta — ca. 150-100 BC
1 ἐπειδὴ Ἄρατος Νικία Λακεδαιμόνι-
ος ε̣ὔνους ὢν διατελεῖ τᾶι πόλει
ἁμῶν καὶ τοῖς πολίταις τοῖς χρείαν
ἔχουσι συμπροσγινόμενος ἐκτε-
5 νῶς ἐμ παντὶ καιρῶι, σπουδᾶς καὶ φι-
λοτιμίας οὐθὲν ἐλλείπων περὶ πᾶσαν
χρείαν, <ἃν> τυνχάνει τις ἔχων ἢ κατὰ κοινὸν
ἢ καθ’ ἱδίαν, ἔδοξε τῶι δάμωι τῶν Κο-
τυρτατᾶν· Ἄρατον Νικία Λακεδαιμόνιον
10 πρόξενον εἶμεν καὶ εὐεργέταν τᾶς πό-
λεος τῶν Κοτυρτατᾶν αὐτὸν καὶ ἐκγό-
νους, ὑπάρχειν δὲ αὐτοῖς γᾶς καὶ οἰκίας
ἔγκτησιν καὶ ἐπιγαμίαν καὶ ἐπινομί-
αν καὶ ἀτέλειαν καὶ ἀσυλίαν καὶ πολέμου
15 καὶ εἰράνας καὶ τὰ λοιπὰ τ̣[ί]μ̣ι̣[α], ὅσα καὶ
τοῖς ἄλλοις προ[ξ]ένοις τᾶς πόλεος ὑ-
πάρχει· καλέσαι δὲ αὐτὸν καὶ εἰς τὰν
κοινὰν ἑστίαν καὶ δόμεν αὐτῶι τοὺς ἐ-
φόρους ξένια τὰ μέγιστα ἐκ τῶν νόμων·
20 τὰν δὲ προξενίαν οἱ ἔφοροι οἱ περὶ Παλαι-
στέαν <ἀν>αγραψάντω εἰς στάλαν λιθίναν
καὶ ἀναθέντω εἰς τὸ ἱερὸν τοῦ Ἀπό[λλ]ω-
νος τοῦ Ὑπερτελεάτα· γραψάντω δὲ καὶ
τοῦ ψαφίσματος ἀντίγραφον ποτὶ τοὺς
25 ἐφόρους τῶν Λακεδαιμονίων.
Search Help
Contact Us