[ ] Lakonike — Epidauros Limera — after 146 BC
1 [ἐπειδὴ Ἀγγέλης καὶ Θε]όδωρος οἱ Ζή-
[νωνος ․․․․․․․․․․․․․ τ]ᾶς πόλεος τῶν
[Ζαραχίων ․․․․․․․․․ ἁ]μῖν ἀμφισβήτη-
[σιν περὶ — — — — — —]ιας χώρας ἀπὸ
5 [— — — — — καὶ τᾶς σκ]ο̣πιᾶς τᾶς ἐπὶ τῷ
[— — — — — — — — — —] κ̣αὶ τῶν ὑδάτων κα[ὶ]
[— — — — — — — — — —] ταύται καὶ τοῦ λι-
[μένος(?), — — — βοηθ]ῆσαι τᾶι πόλει παρε-
[γένοντο καὶ παρακελε]υ̣σάμενοι χαρίζε-
10 [σθαι τᾷ πόλει ἁμῶν καὶ] δικαιολογηθέν-
[τες ἐνίκασαν ταύτ]αν τὰγ κρίσιν, Ζαραχίων
[δὲ ἐπὶ τῶν δικαστᾶν τ]ῶν ἐκ Τήνου τῶμ περὶ
[(nomen) — — — — — — ὑπ]ὲρ τᾶς χώρας λαβόντων
[παλινδικίαν καὶ κιν]δυνευόντων ἁμῶν τὰν̣
15 [χώραν, ἇς ἐκρατήσαμ]εν, ταύταν ἀποβαλεῖν̣,
[εἰς δὲ ζαμίαν μεγίσ]ταν ἐμπεσεῖν, ὁμοίως Ἀ[γ]-
[γέλης καὶ Θεόδωρος τοῖς] δικασταῖς παραγενόμε-
[νοι καὶ δικαιολογ]ηθ̣έντες ἐνίκασαν τὰγ κρί̣-
[σιν καὶ τοὺς πολίτα]ς ἠλευθέρωσαν τᾶς αἰτί-
20 [ας, τ]ὰ κατ․․․․․․․ χώρας ․․[— —]Λ̣Ι̣Ι̣[— —]
[δ]ὲ κατέστ[ησαν τᾶς] δ̣ί̣κ̣[ας, ὅπως οὖν φανερὸν]
ε̣ἶ πᾶσι τοῖς θ[έλου]σι εὐ[εργετεῖν τὰν πόλιν, ὅ]-
τι τὰς καταξίας χάρι[τας ἀποδίδωτι τοῖς ἑαυτᾶς]
εὐεργέταις, δεδόχθαι τ[ᾶι πόλει τῶν Ἐπιδαυρί]-
25 ων· ἐπαινέσαι Ἀγγέλη κα̣[ὶ Θεόδωρον τοὺς Ζή]-
νωνος ἀρετᾶς ἕνεκεν κ[αὶ εὐνοίας, ἇς ἔχον]-
τες διατελοῦσιν εἰς τὰ[ν πόλιν, δόμεν δὲ αὐ]-
τ̣οῖς καὶ εἰς ἀνδριάντα̣ ἢ ε̣[ἰκόνα γραπτὰν καθ’ ἡμί]-
σ̣ειαν ἔτη δύο τὸ θαλάσσ̣[ιον — — — — — — — — —]
30 ποτιγραψαμένων ποτὶ τὰ [— — — — — — — — —]
ἔν τε τῷ ἐπὶ Εὐδαμίδ̣α ἐνι[αυτῶι καὶ ἐν τῶι μετ’]
Ε̣ὐδαμίδαν· εἶμεν δ[ὲ] α̣ὐτο[ῖς καὶ σίτησιν ἐν τῷ]
ἀρχείωι· καλεῖσθαι δὲ α〚․〛ὐτοὺ̣[ς {²⁶αὐτοὺς}²⁶ εἰς προεδρίαν]
ἐν τοῖς ἀγῶσιν, οἷς τίθητι ἁ π̣[όλις· ἀναγράψαι δὲ]
35 κ̣αὶ τὸ ψάφισμα τόδε εἰς̣ σ̣τ̣[άλαν λιθίναν τοὺς]
ἐφόρους τοὺς ἐνάρχου[ς] κ̣[αὶ ἀναθέμεν εἰς τὸ]
[ἱ]ερὸν τοῦ Ἀπόλλωνος το[ῦ Ὑπερτελεάτα· Καρ]-
νείου δεκάται. vacat
Search Help
Contact Us