| 1 | [ἐπὶ — — — ἄρχοντος ἐπὶ τῆς — —]ντίδος [τρίτης πρυτανείας, ἧι — — —] |
| [— — — — — — ἐγρ]αμμάτευεν· Βοη[δρομιῶνος τρίτηι ἱσταμένου], | |
| [ἕκτηι τῆς πρυτανείας· βουλ]ὴ ἐν βουλευτηρίωι· [τῶν προέδρων ἐπεψήφιζεν —] | |
| [— — — — — Αἰξ]ωνεὺς καὶ συνπρόεδροι· vvv [ἔδοξεν τῆι βουλῆι]· | |
| 5 | — — — — — ρου Φρεάρριος εἶπεν· ἐπειδ[ὴ οἱ πρυτάνεις τῆς Ἀντιγονίδος καὶ οἱ] |
| [ἀείσιτ]οι ἐπαινέσαντες καὶ στεφανώσαν[τες ἀποφαίνουσιν τῆι βουλῆι τὸν ταμίαν] | |
| [ὃν εἵλο]ντο οἱ πρυτάνεις ἐξ ἑαυτῶν Μενέδη[μον Ἄρχοντος Κυδαθηναιέα τὰς] | |
| [θυ]σίας τεθυκέναι πάσας τὰς καθηκούσας ἐν [τῆι πρυτανείαι ὑπέρ τε τῆς βουλῆς] | |
| καὶ τοῦ δήμου τοῦ Ἀθηναίων, ἐπιμεμελῆσθα[ι δὲ καὶ τῶν ἄλλων ἁπάντων καλῶς] | |
| 10 | καὶ φιλοτίμως· vvvv ἀγαθεῖ τύχει δεδόχθαι τ[εῖ βουλεῖ ἐπαινέσαι τὸν ταμίαν Μενέ]- |
| δημον Ἄρχοντος Κυδαθηναιέα καὶ στεφανῶ[σαι θαλλοῦ στεφάνωι εὐσεβείας] | |
| ἕνεκα τῆς πρὸς τοὺς θεοὺς καὶ φιλοτιμίας [τῆς εἰς τὸν δῆμον τὸν Ἀθηναίων καὶ ἑαυ]- | |
| τούς· ἐπαινέσαι δὲ καὶ τὸν γραμματέα Ὀρ̣έ[στην? — — — — — — — — —] | |
| Ἰκαριέα καὶ τὸν ἱερέα τοῦ ἐπωνύμου Ἱέρωνα [— — — καὶ τὸν γραμματέα τῆς βου]- | |
| 15 | λῆς καὶ τοῦ δήμου Νικίαν Σίμου Πειραιέα κ[αὶ τὸν ὑπογραμματέα — — — — Ἀλε]- |
| ξάνδρου Ῥαμνούσιον καὶ τὸν κήρυκα τῆς βουλ[ῆς καὶ τοῦ δήμου Εὐκλῆν Βερε]- | |
| νικίδην καὶ τὸν αὐλητὴν Νεοκλῆν Βερενικίδη[ν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμ]- | |
| ματέα τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθίν[ει καὶ στῆσαι ἐν τῶι πρυτανικῶι, εἰς δὲ] | |
| τὴν ἀναγραφὴν τῆς στήλης καὶ τὴν ἀνάθεσιν μ[ερίσαι τὸν ἐπὶ τῆι διοικήσει τὸ γενόμενον] | |
| 20 | ἀνάλωμα. |
| col. I.21 | Γαργήττιοι |
| Κηφίσιππος | |
| Πυθόκριτος | |
| [Φη]γαιεῖς̣ | |
| 25 | — — — |
| col. II.21 | Σώφιλος |
| Ἰκαριεῖς | |
| Ἀμφίας | |
| — — — | |
| col. III.21 | Μενέστρατος |
| Περγασεῖς | |
| — — — | |
| col. IV.21 | Διον[υσ —] |
| — — — |
IG II²
912